Ancient Greek · ~2 min
BIBΛION ΠΡΩΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.5
Not analysed yet
Τοιαῦτα μὲν οὖν καὶ ταῦτα. ἔχεις δὲ καὶ ἐν τῇ Φοινικικῇ θεολογίᾳ ὡς ἄρα Φοινίκων οἶ πρῶτοι φυσικοὶ ἥλιον καὶ σελήνην καὶ τοὺς λοιποὺς πλανήτας ἀστέρας καὶ τὰ στοιχεῖα καὶ τὰ τούτοις συναφῆ θεοὺς μόνους ἐγίνωσκον, καὶ ὅτι τούτοις οἶ παλαίτατοι τὰ τῆς γῆς ἀφιέρωσαν βλαστήματα, καὶ θεοὺς ἐνόμισαν, καὶ προσεκύνουν ταῦτα, ἀφ’ ὧν αὐτοί τε διεγίνοντο καὶ οἶ ἑπόμενοι, καὶ οἱ πρὸ αὐτῶν πάντες, καὶ χοὰς καὶ ἐπιχύσεις ἐτέλουν· ἔλεον δὲ καὶ οἶκτον καὶ κλαυθμὸν βλαστήματι γῆς ἀπιόντι καθιέρουν, καὶ γενέσει ζῴων ἐκ γῆς πρώτῃ καὶ τῇ ἐξ ἀλλήλων καὶ τελευτῇ, καθ’ ἣν τοῦ ζῆν ἀπήρχοντο.