Ancient Greek · ~3 min
9.7 to 9.8
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.7-2-8
Not analysed yet
μέρη γοῦν κόσμου καὶ γῆ καὶ ὄρη καὶ βουνοὶ, εἱλεῖταί τε αὐτῶν ἐν μέσῳ ζώνης τρόπον ἡ θάλαττα, καὶ πῦρ δὲ καὶ ὕδωρ νύξ τε καὶ ἡμέρα τῆς αὐτῆς εἶεν ἂν τοῦ κόσμου φύσεως μέρη. ταῦτα δ’ ἄντικρυς τὸν ὁρώμενον ὑποφαίνειν ἡγοῦμαι κόσμον, εἰ μή τι καὶ σφάλλομαι, καὶ τὸ ὅλον ἐκ μερῶν συνεστὼς διδάσκει. λέγει δ’ οὖν Πάντα γὰρ ἐν μεγάλῳ Ζῆνός τάδε σώματι κεῖται. καὶ τίνα τὰ πάντα διασαφεῖ πῦρ καὶ ὕδωρ καὶ γαῖα καὶ αἰθὴρ ,νύξ τε καὶ ἦμαρ. τοῦ δή τοι κεφαλὴν μὲν ἰδεῖν καὶ καλὰ πρόσωπα οὐρανὸς αἰγλήεις, ὃν χρύσεαι ἀμφὶς ἔθειραι ἄστρων μαρμαρέων περικαλλέες ἠερέθονται,