Ancient Greek
ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.9-2
Not analysed yet
καὶ τὰ τούτοις ἀκόλουθα· ἐν οἷς ἐπιφέρει τὸν νοῦν τοῦ Δῖός λέγων εἶναι τὸν αἰθέρα καὶ οὐδὲν ἄλλο, κατὰ τοὺς Στωϊκοὺς τὴν πυρώδη καὶ θερμὴν οὐσίαν τὸ ἡγεμονικὸν φάσκοντας εἶναι τοῦ κόσμου, καὶ τὸν θεὸν εἶναι σῶμα, καὶ τὸν δημιουργὸν αὐτὸν οὐδ’ ἕτερον τῆς τοῦ πυρὸς δυνάμεως. κατὰ τὰ αὐτὰ γὰρ οἶμαι καὶ ἐν τοῖς ἔπεσιν εἰρῆσθαι Νοῦς δέ οἱ ἀψευδὴς βασιλήϊος, ἄφθιτος αἰθὴρ, ᾧ δὴ πάντα κυκλεῖ καὶ φράζεται.