Ancient Greek · ~3 min
ΒΙΒΛΙΟΝ ΤΕΤΑΡΤΟΝ, Chapter 9
Eusebius Scr. Eccl. et Theol., Praeperatio Evangelica 9.7-3
Not analysed yet
τοῖς μὲν οὖν ἐπι- χθονίοις ἄνω ἐπὶ βωμῶν δεῖ θῦσαι · ἐπὶ γὰρ τῆς γῆς ἀναστρέφονται · τοῖς δ’ ὑποχθονίοις ἐν βόθρῳ καὶ ἐν ταφῇ, ἔνθα διατρίβουσι. τὰ πτηνὰ δὲ τοῖς ἄλλοις, ὅτι πάντα θεῖ. καὶ γὰρ τὸ ὕδωρ ἀεικίνητον τῆς θαλάσσης, μέλαν δέ· διὸ καὶ τὰ τοιαῦτα ἱερεία πρόσφορα. τοῖς δὲ ἀερίοις λευκά· πεφώτισται γὰρ καὶ ὁ ἀὴρ φύσεως ὢν διαφανοῦς. οὐρανίοις δὲ καὶ αἰθερίοις τὰ ἐπὶ τῶν ζῴων κουφότερα ,ἅπερ ἐστὶν ἄκρα, οἷς κοινωνεῖν τῆς θυσίας δεῖ. δοτῆρες γὰρ οὗτοι ἀγαθῶν, οἱ δὲ ἄλλοι τῶν κακῶν κωλυτῆρες.’ Τοιαῦτα μὲν τὰ ἀπὸ τῆς ἐκ λογίων φιλοσοφίας τοῦ θαυμαστοῦ θεοσόφου.