Ancient Greek
ϛʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum ϛʹ
Not analysed yet
Ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι ἐδέδοντο χρησμοί· πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ, καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πατρῷα, Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντων, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομὴν σώματος, οὐδὲ διὰ φυλακὴν ἡμέρας σαββάτου, ἢ ἑορτῶν, νουμηνιῶν, οὐδέ γε δι' ἄλλης τινὸς παρὰ Μωϋσεῖ φερομένης ἐθελοθρησκείας, ἀλλὰ δι' ἐπιγνώσεως τοῦ ἐπὶ πάντων Θεοῦ, ἐπιφανείας δὲ τοῦ ὀφθέντος αὐτῷ Κυρίου (οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος), διά τε σεμνοῦ καὶ ἐναρέτου βίου· τοῦτον δ' οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον, ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβῶν ὄντων καὶ τῆς ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας· ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ, ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν Δαβίδ· δυοῖν γὰρ τούτων ἐπιφανῶν ἀνδρῶν πρώτων ἠξιωμένων τῆς τοῦ Θεοῦ ἐπαγγελίας περί τε τῆς τοῦ Χριστοῦ γενέσεως καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, χρῆναι δήπου τὸ μὲν περὶ τῆς γενέσεως τοῦ πάντων ἀνθρώπων Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας καταδεξαμένου· δεύτερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν· διόπερ ἡ βίβλος Ἰησοῦ Χριστοῦ πρώτῳ μὲν ἀνάκειται τῷ κατὰ σάρκα Ἰησοῦ Χριστοῦ προπάτορι, δεύτερον δὲ τῷ κατὰ πνεῦμα Πατρὶ τῶν διὰ Χριστοῦ σωθησομένων· ἡγεῖτο γὰρ ὁ σώζων τῶν σωζομένων ἐθνῶν.