Ancient Greek
ΙΓʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 1-11
Not analysed yet
Διὰ τὴν αὐτὴν αἰτίαν· οὐ γὰρ διαδοχὰς, γενεὰς δὲ, ὡς ἔφην, ἀναγράφειν ἐβούλετο· συμβαίνει δὲ πολλάκις ἐν μακροβίοις καὶ πολυέτεσι, τὰς μὲν γεγονέναι τῶν ἀνδρῶν τὰς διαδοχὰς, τὸν δὲ τῶν γενεῶν ἀριθμὸν ἀποδεδόσθαι πλήρη· ᾧ δὴ οὖν λόγῳ ἐν τοῖς ἀπὸ τοῦ Δαβὶδ καὶ ἐπὶ τὴν αἰχμαλωσίαν πλείοσιν οὖσι τὸν ἀριθμὸν τοῖς ἐν τῇ διαδοχῇ φερομένοις, ὀλιγώτεραι ἀπεδόθησαν αἱ γενεαί· ἐν γὰρ διαδοχαῖς ἀνδρῶν ἑπτὰ καὶ δέκα, γενεαὶ εἴρηνται δεκατέσσαρες· κατὰ τὸν αὐτὸν λογισμὸν καὶ νῦν ἐπ' ἀνδρῶν διαδοχαῖς δώδεκα, αἱ δεκατέσσαρες ἂν ἐπληροῦντο γενεαὶ, μακροβίων ὡς εἰκὸς πολυχρονίων αὐτῶν δὴ τῶν δώδεκα γεγενημένων, καὶ ἀρκούντων εἰς ἀναπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν. Μία μὲν ἀπόδοσις τοῦ ζητηθέντος ἥδε.