Ancient Greek
ΙΕʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 1-12
Not analysed yet
Διαφόρως νοεῖται ὁ θρόνος Δαβίδ· καθ' ἕνα μὲν τρόπον, καθ' ὃν εἴποι ἄν τις δηλοῦσθαι τὸν ἐφ' ᾧ ἐκαθέζετο βασιλεύων, τάχα που ἐξ ἐλέφαντος καὶ ξύλων πεποιημένον, χρυσῷ τε καὶ λίθοις βασιλικοῖς κεκοσμημένον· καθ' ἕτερον δὲ καθ' ὂν τὴν ἀρχὴν αὐτὴν καὶ τὴν κατὰ παντὸς τοῦ ἔθνους ἡγεμονίαν, θρόνον βασιλείας εἰώθαμεν ἀποκαλεῖν· τρίτος ἂν παρὰ τοὺς εἰρημένους λεχθείη τρόπος, καθ' ὃν ὁ ἐπηγγελμένος ὑπὸ τοῦ Θεοῦ τῷ Δαβὶδ θρόνος ὀνομασθείη ἂν αὐτοῦ, οὐκ ἐφ' ὃν αὐτὸς ἐκαθέσθη, ἀλλ' ὃν διὰ τῶν πρὸς αὐτὸν θεοπρεπῶν οἱ θεῖοι λόγοι περιέχουσι· γέγραπται γὰρ ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ· «Ὡς ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου· καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ πάλιν· «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.»