Ancient Greek
Εʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 1-5
Not analysed yet
Ἐπειδὴ πρώτῳ καὶ μόνῳ τῷ Δαβὶδ μεθ' ὅρκου διαβεβαιώσεως, ἐξ αὐτοῦ κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται οὖν· «Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Καὶ πάλιν· «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· ἕως τοῦ αἰῶνες ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ τὰ μὲν τῆς ἐπαγγελίας τοῦ προφητευομένου, τοιαῦτα ἦν· τοῦ δὲ Σολομῶνος τῆς βασιλείας οὐκ ἄδηλος ὁ χρόνος· λέγεται δὲ οὖν ἐπὶ μόνοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν γένοιτ' ἂν ἀληθὲς εἰς αὐτὸν ἀναφερόμενον· «Ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα;» Ἀλλ' εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι ταῦτα, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, καὶ ἡ ἀπὸ Δαβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασιλείας διήρκησε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τοῦ Δαβὶδ καταστάντος. Θέα δὲ ὡς καὶ τοῦτο προσέθηκεν ἡ προφητεία περὶ τοῦ θεσπιζομένου φήσασα· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα· καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Καὶ ἐν ἑτέρῳ πάλιν· «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν·» ὅπερ ἀνοίκειον γένοιτ' ἂν Σολομῶνι.