Ancient Greek
ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 2
Not analysed yet
Φησὶ δέ που ὁ ἅγιος ἀνὴρ (Ἰγνάτιος ὄνομα αὐτῷ), τῆς Ἀντιοχέων Ἐκκλησίας δεύτερος γεγονὼς μετὰ τοὺς ἀποστόλους ἐπίσκοπος, ὡς ἄρα καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἔλαθεν ἡ παρθενία Μαρίας, καὶ ἡ τοῦ Σωτῆρος ἐξ αὐτῆς γένεσις· λέγει δ' οὕτως· «Καὶ ἔλαθε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας, καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ Χριστοῦ· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ Θεοῦ ἐπράχθη.» Ἔστι δὲ καὶ λογισμῷ λαβεῖν, ὅτι μὴ πάντων ἦν τῶν ἐν σαρκὶ βιούντων τὸν Χριστὸν Θεοῦ καὶ σὺν ἀνθρώποις ἀναστραφέντα οἷα κοινὸν ἄνθρωπον ὁρώντων, τὸ δύνασθαι πιστεύειν ἐξ ἀπειρογάμου κόρης αὐτὸν δίχα πατρὸς γεγονέναι οὐδ' εἰς πολλοὺς ἐκφέρειν, ὅτι μὴ ἐκ τοῦ Ἰωσὴφ ἡ Μαρία συλλαβοῦσα τὸν Ἰησοῦν ἐγέννα, λυσιτελὲς ἦν· ἦ γὰρ ἂν καὶ δίκην κατὰ τὸν Μωϋσέως νόμον ἡ παρθένος ὑπέσχεν, ὡς πρὸ ὥρας γάμου διαφθαρεῖσα τὴν παρθενίαν· διόπερ εἰκότως ἐπισημαίνεται ἀκριβῶς φήσασα ἡ Γραφὴ, «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα·» μονονουχὶ διδάσκουσα ὅτι μὴ πρὸ γάμου συνείληφε, μηδὲ πρὸ τοῦ παρὰ τὸν ἄνδρα ἐλθεῖν· μετὰ δὲ τὸ συναφθῆναι τὸν Ἰωσὴφ καὶ παρ' αὐτῷ γενέσθαι, παρὰ πᾶσί τε γυναῖκα αὐτοῦ χρηματίσαι, συνόντων ἀλλήλοις, καὶ τῆς γαμικῆς ὁμιλίας ἅπτεσθαι ἤδη γοῦν μελλόντων, αὐτῆς ὡς εἰπεῖν ὥρας πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Καὶ τοῦτό γε παγχρησίμως εἰς τὸ λαθεῖν τοὺς πολλοὺς ᾠκονόμητο· εἰ γὰρ δὴ παρὰ τοῖς αὑτῆς γονεῦσιν οὖσαν ἔτι συνέβη κατὰ γαστρὸς λαβεῖν, κἂν εἰκὸς ἦν βοηθῆναι τὸ πρᾶγμα ὅτι μὴ ἐκ προδήλου ἀνδρὸς ἐκυοφορήθη, θᾶττον δ' ἂν καὶ ἀνῄρητο κατὰ τὸν νόμον· ἢ εἰ μὴ τοῦτο, αἰσχρᾶς δ' οὖν οὐκ ἂν ἠλευθέρωτο ὕβρεως· οὐ γὰρ δήπου μάρτυς αὐτὴ ἑαυτῆς καὶ τῶν περὶ αὐτῇ πεπραγμένων ἀξιόπιστος ἦν· οὐδ' ἂν ἐπείσθη τις ἢ ἀγγέλου ἐπιφάνειαν, καὶ τὰ πρὸς αὐτὴν εἰρημένα πρὸς τοῦ Γαβριὴλ αὐτῇ διηγουμένῃ, οὐδ' ἂν κύουσαν ἤδη προσήκατο εἰς τὸν ἑαυτοῦ οἶκον Ἰωσὴφ, ἀνὴρ δίκαιος εἶναι μεμαρτυρημένος· διόπερ εἰκότως οὐ παρὰ τοῖς αὑτῆς γονεῦσιν, ἀλλ' ἤδη παρ' αὐτῷ γενομένη ἐγκύμων σὺν αὐτῷ γενομένη, παρ' αὐτὴν ὡς εἰπεῖν τὴν τοῦ γάμου τάξιν· πρὸ γὰρ τοῦ συνελθεῖν αὐτοὺς, ὡς ἡ Γραφὴ μαρτυρεῖ, εὑρέθη ἐν γαστρὶ ἔχουσα.