Ancient Greek
Θʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 2-8
Not analysed yet
Εἰκότως οὖν τὴν τῶν ἀλλοφύλων κλῆσίν τε καὶ εἰσποίησιν μέλλων εὐαγγελίζεσθαι, τῇ γενεαλογίᾳ αὐτὴν τέθεικεν· ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἀλλοφύλους μονονουχὶ παιδεύων δι' αὐτῆς, ὅτι δὴ τὰ πάτρια καταλιπόντες, εἰκότως καὶ τὰ ἀκόλουθα εἰς ἡμᾶς πληρωθήσεται· οὐκέτι γὰρ ἐν ἀλλοφύλοις καταλεγησόμεθα, οὐδ' ἐξ ἀλλοφύλων χρηματίσομεν, ἀλλ' ἐκ τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ τοῦ λαοῦ τοῦ κλήρου τοῦ Θεοῦ· ἀναγκαίως δὲ αὖ πάλιν ἐμνήσθη τῆς Ῥοὺθ, τὰ αἴτια διὰ τῆς κατ' αὐτὸν ἱστορίας διδάξας τίνα ἦν τὰ λύσαντα τὴν ἀπαγόρευσιν τοῦ νόμου τὴν φήσασαν, «Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου.» Γέγονε γὰρ ἡ Μωαβῖτις ὡς Ῥαχὴλ καὶ ὡς Λεία, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραήλ· πῶς δὲ οὐχὶ χρήσιμος ἦν τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεαλογίᾳ ἡ μνήμη τῆς Ῥοὺθ, ἐφ' ἣν εἴρηται «καὶ τὸ ποιῆσαι δύναμιν ἐν Ἐφραθᾷ, ἔσται ὄνομα ἐν Βηθλεέμ;» προφητείας γὰρ ἄντικρυς ταύτας εἰκότως ἄν τις φαίη τυγχάνειν, τὸ ἐκ Βηθλεὲμ ὄνομα τὸ παρὰ τῷ Ματθαίῳ γενεαλογουμένῳ Ἰησοῦ Χριστῷ ἐξάκουστον εἰς πᾶν γένος ἀνθρώπων θεωρῶν, καὶ τὴν ἐν Ἐφραθᾷ γενομένην δύναμιν· δι' ἧς δυνάμεως πάντα τὰ ἔθνη τὸν ἐκ τῆς Ῥοὺθ γενεαλογούμενον Χριστὸν τοῦ Θεοῦ ἐπιγνόντα, δι' αὐτοῦ τῆς μὲν πατρῴας ἀπέστη, τῆς Ῥοὺθ παραπλησίως, τῷ δὲ Θεῷ τοῦ Ἰσραὴλ ἑαυτὰ ἐπιδέδωκεν, ὁμοίως αὐτῇ πάλιν· ὧν ἕνεκά μοι δοκεῖ οὐκ ἀσυλλόγιστος ἡ παράθεσις τῆς Ῥοὺθ ἐν τῇ τοῦ Ματθαίου παρειλῆφθαι γενεαλογίᾳ.