Ancient Greek
Γʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 3-2
Not analysed yet
Εἴη δ' ἄν τις καὶ ἄλλος βαθὺς καὶ ἀπόῤῥητος ἐν τοῖς προκειμένοις λόγος· Ματθαῖος μὲν γὰρ ὁμολογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χριστοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀληθῶς ἐκ Δαβὶδ, ὅθεν ἐχρῆν τῇ εἰσβολῇ κέχρηται τοῦ λόγου· τὸν δὲ Λουκᾶν ἡγοῦμαι μὴ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο μὲν γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, οὐκ ἠγνόει ὅτι ἐχρῆν ταύτην ἐκθέσεσθαι· ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, υἱὸν αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι παραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς εἶναι ἀνθρώπων νομίζοιτο δι' ἢν περίκειται σάρκα, ἀλλ' οὐχ ἵσταταί γε αὐτῇ τὰ τῆς γενέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώματος προπατόρων φθάνει· ἀλλ' εἰ καὶ νομίζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γέννησιν, ὅμως δ' οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας ὑφέστηκεν· ἐπειδὴ δὲ οὖν οὐ κατὰ τὴν αὐτὴν τῷ Ματθαίῳ διάνοιαν ἐξετίθετο τὴν διήγησιν, εἰκότως τὸν αὐτὸν ἐκείνῳ καιρὸν ὑπερβὰς, ἐπὶ τὴν ἀναγέννησιν τὴν διὰ λουτροῦ παραγίνεται· καὶ ἐνταῦθα τὴν ἐναντίαν ἐκτίθεται τῶν γενῶν διαδοχήν· ὁμοῦ καὶ ἀνάγων ἀπὸ τῶν ὑστάτων ἐπὶ τὰ πρῶτα, ὁμοῦ καὶ τὴν μνήμην τῶν παρὰ τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν ἀποσειόμενος· ἐπειδήπερ ὁ παρὰ τῷ Θεῷ ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ἐνσάρκου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατέρων, υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατὰ Θεὸν ἀνεπιλήπτως βεβιωκότων.