Ancient Greek
ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 4
Not analysed yet
Ἐπειδὴ δὲ τούτου γενομένου, εἰ καὶ λάθρα αὐτὴν ἀπολελύκει, μεῖζον ἦν τὸ πρᾶγμα, ἢ κατὰ τὸ λαθεῖν τοὺς πολλοὺς, εἰκότως ἐπιστὰς ὄναρ ὁ ἄγγελος ἔφη τῷ Ἰωσήφ· «Ἰωσὴφ Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Καὶ θέα γε ὡς πρῶτον υἱὸν Δαβὶδ ἀνακαλεῖ, ἀναπέμπων ἐπὶ τὸν προπάτορα, διὰ τὸν ἐκ σπέρματος Δαβὶδ τοῖς πᾶσι προσδοκώμενον· ἐπεὶ διὰ τί μὴ υἱὸν αὐτὸν ἔφησεν Ἰακώβ; οὗτος γὰρ ἦν αὐτοῦ κατὰ σάρκα πατὴρ, ὡς μαρτυρεῖ ὁ εὐαγγελιστής· «Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ·» νῦν δὲ παρεὶς τοῦ πατρὸς τὴν μνήμην, τοῦ προπάτορος ὑπομιμνήσκει· μονονουχὶ σημαίνων ὡς ἄρα ὁ ἐπηγγελμένος τῷ Δαβὶδ, οὗτος ἦν ὁ παραδόξως ὁ μὴ ἐξ αὐτοῦ, ἐκ Πνεύματος δὲ ἁγίου ὑπὸ τῆς Μαρίας κυούμενος· ἔπειτα δὲ αὐτῷ θαρσεῖν παρακελεύεται δι' ὃν εἶχεν φόβον· οὐχ ὁ τυχὼν γὰρ φόβος ἦν αὐτῷ συναισθομένῳ μὴ ἐξ ἀνδρὸς κεκυηκέναι τὴν Μαρίαν· κἄπειτα αὐτὸν διδάσκει οὐχ ὃ μὴ ἠγνόει, ἀλλὰ τοῦ καὶ πρότερον γιγνωσκομένου τὴν αἰτίαν· λέγει δ' οὖν· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου.»