Ancient Greek
ΕΚΛΟΓΗ ΕΝ ΣΥΝΤΟΜῼ ΕΚ ΤΩΝ ΣΥΝΤΕΘΕΝΤΩΝ ΥΠΟ ΕΥΣΕΒΙΟΥ ΠΡΟΣ ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Αʹ
Eusebius Scr. Eccl. et Theol., Quaestiones evangelicae ad Stephanum 7
Not analysed yet
Τοῖς γοῦν καθ' ἡμᾶς ταῦτα παραδεξαμένοις καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ φύσιν ἐπεγνωκόσιν, εἰκότως τά τε λοιπὰ καὶ τὰ τῆς γενέσεως πιστὰ εἶναι ὁμολογεῖται· πλὴν ἀλλ' οἱ θαυμάσιοι εὐαγγελισταὶ ἀναγκαίως τότε παρὰ Ἰουδαίοις τὸν Ἰωσὴφ ἐγενεαλόγουν αὐτὸν ἐκεῖνον τὸν παρὰ πᾶσι βοώμενον τοῦ Ἰησοῦ πατέρα· εἰ γὰρ τοῦτο παρελθόντες, μητρόθεν αὐτὸν ἐγενεαλόγουν, πρὸς τῷ καὶ ἀπρεπὲς εἶναι τοῦτο, καὶ τῆς τῶν θείων Γραφῶν εὐηθείας ἀλλότριον, ὅτι μηδεὶς τὸ πρότερον ἐκ γυναικὸς γενεαλογηθεὶς ἱστορεῖται, ἔδοξεν ἂν ἀπάτωρ τις εἶναι καὶ δυσγενὴς ὁ γενεαλογούμενος· τοῦτο δὲ, ὡς ἔφην, οὐ μικρᾶς ἦν δυσφημίας ὁμοῦ καὶ κατηγορίας· διὸ χρησίμως τὸν Ἰωσὴφ ἀπὸ Δαβὶδ διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν γενεαλογοῦντες, ἐν ταυτῷ καὶ τὴν Μαριὰμ ἐκ Δαβὶδ γεγονέναι συνίστων, διὰ τοῦ μνηστῆρος τὸ τῆς γαμετῆς ὑποφαίνοντες γένος· νόμου γὰρ Μωϋσέως διαγορεύοντος μὴ ἄλλοθεν ἐξεῖναι πρὸς γάμον λαμβάνειν, ἢ ἐκ τοῦ γένους τοῦ οἰκείου καὶ τῆς ἰδίας φυλῆς, ὡς ἂν μὴ περιστρέφοιτο τοῦ γένους ὁ κλῆρος ἀπὸ φυλῆς εἰς φυλὴν, αὐτάρκης ἦν ἡ περὶ τοῦ ἀνδρὸς ἀναγραφὴ καὶ τὴν γυναῖκα δηλῶσαι· νομικῶς γὰρ βιοὺς οὐδ' ἄλλοθεν ἐμνᾶτο τὴν γυναῖκα, ἢ πρῶτα μὲν ἐκ τῆς φυλῆς τῆς πατρικῆς αὐτοῦ, αὕτη δὲ ἦν ἡ τοῦ Ἰούδα· ἔπειτα ἐκ τοῦ δήμου καὶ τῆς αὐτῆς πατριᾶς, αὕτη δὲ ἦν ἡ τοῦ Δαβίδ· τοιαῦτα γὰρ ἦν τὰ τοῦ νόμου παραγγέλματα· ὅτε τοίνυν ὁ Ἰωσὴφ φυλῆς γεγονὼς ἀποδείκνυται Ἰούδα, κλήρου τε καὶ πατριᾶς Δαβὶδ, πῶς οὐχ ἕπεται καὶ τῇ Μαρίᾳ ἐκ τῶν αὐτῶν ὁρᾶσθαι;