Ancient Greek · ~8 min
Δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Δύο ἄνδρες ἐπέστησαν αὐταῖς ἐν ἐσθήσεσιν ἀστραπτούσαις.
Not analysed yet
Χαρᾶς καὶ γέλωτος σημεῖα γνωρίσματά τε τῆς σωτηρίου ἀναστάσεως ὁρᾷν παρέχονται καὶ διὰ τῆς λευκῆς περιβολῆς, ὥστε καὶ ἀπὸ τοῦ σχήματος συμβαλεῖν τὰς γυναῖκας τὸ φαιδρὸν τῆς ἐγέρσεως, καὶ τῆς τοῦ Πάσχα ἑορτῆς σὺν τοῖς λευχείμοσιν ἀγγέλοις ἀπάρξασθαι. Μωϋσῆς μὲν γὰρ πληγὰς Αἰγυπτίων μέλλων διακονεῖσθαι καταλλήλως ἐν φλογὶ πυρὸς τὸν ἐπὶ τῆς βάτου ἄγγελον ἑώρα· ὁ δ' αὐτὸς μοχθηροῖς ἀνδράσι νομοθετῶν, πῦρ καταναλίσκον τὸν Θεὸν εἶναι ἔλεγεν, τιμωρητικὸν καὶ κολαστὴν αὐτοῖς ἔσεσθαι αὐτὸν αἰνιττόμενος· διὸ καὶ ἐν στύλῳ πυρὸς ἡγεῖτο αὐτῶν ὁ Θεός. Οὕτω τοῖς ἀσεβέσι γενέσθαι τοὺς ἀγγέλους πυρὸς φλόγα ἐδίδαξεν εἰπών· Ὁ ποιῶν τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλλ' οὐ τοιούτους αἱ γυναῖκες τοὺς εἴσω τοῦ μνήματος ἑώρων, γαληνοὺς δέ τινας καὶ φαιδροὺς, οἵους ἐχρῆν ἐπὶ Δεσπότου χαρᾷ καὶ βασιλείᾳ φαίνεσθαι. Ἐπὶ μὲν γὰρ τῷ πάθει τοῦ Σωτῆρος ὁ ἥλιος ἐξέλιπε, σκότος περιβαλὼν τῷ παντὶ, θρήνων τε καὶ πένθους σύμβολα τοῖς σταυροῦσι τὸν Υἱὸν τοῦ Θεοῦ δεικνύς· καὶ οὐδεὶς μὲν ἐφαίνετο τῶν ἀγγέλων τὸ τηνικαῦτα ὡς εἰκὸς τοῖς μαθηταῖς, ὁμοίως καὶ αὐτῶν ὧδε κἀκεῖ διασκεδασθέντων. Εἰ δ' ἄρα καὶ ὀφθῆναί τινα ἐχρῆν, τάχα που τὴν ἐναντίαν τοῖς λευχείμοσιν ἀνθρώποις τὴν ἀναστολὴν ἀνεδείξατο· αὐτίκα γοῦν ἐπὶ τῷ πάθει οὐχ ἥλιος μόνον ἐσκότασεν, ἀλλὰ καὶ ὁ Σωτὴρ φωνῇ μεγάλῃ κράξας ἀφῆκε τὸ πνεῦμα, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο, μονονουχὶ περιῤῥηξαμένων καὶ αὐτῶν τῶν πάλαι τὸ ἱερὸν ἐνοικούντων ἀγγέλων, περιῤῥηξάντων τε τὸ σεμνὸν ὕφασμα, ὡς ἂν, γυμνὸς καὶ ἔρημος ἀπολειφθεὶς τῆς αὐτῶν φρουρᾶς, ὁ τῶν ἀβάτων καὶ ἀδύτων τόπος, ἕτοιμος ἐχθροῖς καὶ πολεμίοις κατασταίη. Ἀλλὰ ταῦτα μὲν ἐπὶ τῷ πάθει συνέβαινεν· ἐπὶ δὲ τῇ σωτηρίῳ ἀναστάσει, ὡς ζωῆς ἄγγελοι καὶ τῆς ἀναστάσεως κήρυκες, τὸν τόπον οὗ ἔκειτο τὸ σῶμα περιεῖπον, ἐξ αὐτῆς ὥσπερ τῆς ἐπαφῆς τοῦ τόπου ἁγιωσύνης κρείττονος ἢ κατ' αὐτοὺς μετασχόντες, καὶ τῆς ἀναστάσεως αὐτοῦ κοινωνοῦντες. Διὸ φαιδρὰ καὶ μειδιῶντα πρόσωπα, σχῆμά τε σωτηρίου ἑορτῆς παρέφαινον λευχειμονοῦντες.