Ancient Greek · ~1 min
Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν.
Not analysed yet
Ὅρα δὲ τὸ φιλάληθες τοῦ εὐαγγελιστοῦ, πῶς οὐ καταχαρίζεται τῷ Πέτρῳ, ἀλλὰ τὸ πάθος αὐτοῦ ὡς ἔχει διηγεῖται, ὅτι οἱ μὲν ἄλλοι ἀπολιπόντες τὸν διδάσκαλον ᾤχοντο, ὁ δὲ πάντων αὐτῶν προκεκριμένος ἀπόστολός τε καὶ μαθητὴς, αὐτὸς ἐκεῖνος ὁ βοώμενος Πέτρος, βασάνων ἐκτὸς καὶ ἀρχοντικῆς ἀπειλῆς, τρίτον αὐτὸν ἐξωμόσατο.