Ancient Greek · ~3 min
ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam ΕΥΣΕΒΙΟΥ ΚΑΙΣΑΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΛΟΥΚΑΝ ΕΥΑΓΓΕΛΙΟΝ. Ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας.
Not analysed yet
Ἡ γὰρ τοῦ Ἰούδα φυλὴ ἄνωθεν ἦν ἀρχικὴ, καὶ ἡγεῖτο πάντων ἕως ἦσαν αὐτόνομοι, κατὰ τὴν προφητείαν. Ἦσαν δὲ μέχρι τῶν Αὐγούστου χρόνων ἐλεύθεροι καὶ αὐτόνομοι, καθ' ὃν, Χριστοῦ φανέντος, τὸ ἔθνος ἅπαν δεδούλωται· ὅτε καὶ πρῶτος ἀλλόφυλος αὐτῶν Ἡρώδης ἡγήσατο, καὶ βασιλεὺς Αὔγουστος, ὁ καὶ τὴν ἀρχὴν ἐγχειρίσας αὐτῷ μετὰ τῆς συγκλήτου, τῆς οἰκουμένης εἶχε τὰ σκῆπτρα. Ἦν δὲ ὁ Ἡρώδης ἐξ Ἀντιπάτρου γεγονὼς, τὸ γένος Ἀσκαλωνίτου, ἱεροδούλου Ἀπόλλωνος, καὶ Κυπρίνης ἐξ Ἀῤῥάβων μητρός. Οὗτος γὰρ, τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν ἀνελὼν, Ἰουδαίων ἀναγορεύεται βασιλεύς. Τούτου καὶ νῦν ὁ Λουκᾶς μέμνηται, ἵνα δείξῃ, ὅτι ἀληθῶς ἦλθεν ὁ Χριστὸς, ἐκλιπόντων τῶν παρὰ τοῖς Ἰουδαίοις ἀρχόντων κατὰ τὴν προφητείαν.