Ancient Greek · ~3 min
Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο;
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καὶ εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο;
Not analysed yet
Ποῖον σημεῖον δεικνύεις μοι, φησὶ, ἵνα πεισθῶ τοῖς ὑπὸ σοῦ προφητευθεῖσιν, ὡς μέλλουσι γίνεσθαι; Σχεδὸν γὰρ παρὰ φύσιν ἐστὶ τὸ λεχθέν· οἱ γὰρ προβεβηκότες οὐ γονοποιοῦσιν. Ἔδει δὲ μὴ πρὸς τὸ γῆρας ἀφορᾷν τὸ ἑαυτοῦ καὶ γυναικὸς, ἀλλὰ πρὸς τὴν δύναμιν τοῦ ἐπαγγελλομένου Θεοῦ. Ἀλλὰ τὰ μεγάλα δυσέφικτα τοῖς ἀνθρώποις, καὶ συγγινώσκει Θεός· καὶ γὰρ οὐδ' αὐτὸς Ἀβραὰμ ὡς ἐχρῆν ἐπίστευσεν, ἀλλὰ τὰ πρῶτα καὶ ἐγέλασε καὶ εἶπεν· «Εἰ τῷ ἑκατονταέτει γενήσεται υἱός;» καὶ ἡ Σάῤῥα δὲ γελάσασα ἐμέμφθη τότε. Ποτὲ μὲν γὰρ λόγῳ μόνῳ ὁ Θεὸς μέμφεται, ποτὲ δὲ καὶ ἔργῳ ἐπιτιμᾷ. Τούτου οὖν χάριν καὶ τῷ Ζαχαρίᾳ δι' ἔργου ἐπετίμησε, καὶ εἰς κωφότητα καὶ ἀφωνίαν αὐτὸν περιέστησεν· ἐχρῆν γὰρ αὐτὸν διὰ τῶν προτέρων παιδεύεσθαι, καὶ τὴν πρὸς τοὺς πατέρας μέμψιν παίδευσιν ἰδίαν ποιήσασθαι.