Ancient Greek · ~4 min
Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται.
Not analysed yet
Διὰ πλειόνων νήφειν καὶ ἐγρηγορέναι ἡμῖν παρακελεύεται, οὐ μόνον διὰ τὴν ἀθρόαν καὶ ἀπροσδόκητον ἄφιξιν τῆς ἡμέρας Κυρίου, ἀλλὰ καὶ διὰ τὸν κλέπτην τὸν τοῖς κατὰ Θεὸν πλουσίοις καὶ οἰκοδεσπόταις ἐφεδρεύοντα. Οὗτος δέ ἐστιν ὁ καιρὸς τῆς ἑκάστου τελευτῆς, ἢ καὶ ὁ μέλλων τὴν ἑκάστου ψυχὴν παραλαμβάνειν ἄγγελος κατὰ καιρὸν τοῦ θανάτου. Εἰ μὲν οὖν ᾔδειμεν τὸν καιρὸν τῆς τοῦ κλέπτου παρουσίας, τὴν ὥραν ἐχρῆν ἐκείνην μόνην ἐπιτηρεῖν, πρὸς τὸ μὴ ἀφιέναι διορυγῆναι ἡμῶν τὸν οἶκον· ἐπεὶ δὲ ἄδηλός ἐστιν οὗτος, δεήσει ἀεὶ ἐγρηγορέναι· οὐ γὰρ ἴσμεν ὁποίᾳ φυλακῇ ἐπιθήσεται. Διὸ γρηγορητέον διὰ παντὸς, καὶ πάσῃ φυλακῇ τηρητέον τὴν καρδίαν κατὰ τὸν παροιμιαστὴν, καὶ ἀγρυπνητέον διὰ πάσης τῆς τοῦ θνητοῦ βίου νυκτὸς, ὅπως ἄσυλοι διαμένωμεν, μὴ ἐῶντες διορυγῆναι ἡμῶν τοὺς τῆς ψυχῆς θησαυρούς· οὕτω γὰρ ἔσται ἡμῖν εὖ κατ' ἀμφότερα, ὅτι τε σώαν ἐφυλάξαμεν τὴν ἑαυτῶν ὕπαρξιν, καὶ ὅτι τὸν Κύριον ἡμῶν ἐπιστάντα καὶ κρούσαντα τῆς ψυχῆς ἡμῶν τὴν θύραν, ἑτοίμως ὑπεδεξάμεθα, πολλῷ τῷ φωτὶ παρεσκευασμένοι, καὶ τὰς ὀσφύας ἐζωσμένοι.