Ancient Greek · ~8 min
Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καὶ ὑμεῖς ὅμοιοι ἀνθρώποις προσδεχομένοις τὸν κύριον ἑαυτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων.
Not analysed yet
Ἐν ἑτέροις ἤδη ἐδίδαξε περὶ τῶν γάμων εἰπών· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἐποίησε γάμους τῷ υἱῷ αὑτοῦ. Ὡς οὖν ἤδη τῶν γάμων γεγενημένων, καὶ τοῦ συμποσίου τελεσθέντος, ἐπάνεισιν ὁ κύριος ἐπὶ τοὺς ἐγρηγορότας δούλους, οἳ, ἐπειδὰν ἀφίκηται αὐτὸς ὁ νυμφίος τὴν παράληψιν τῆς νύμφης ποιησόμενος, κρούσαντι αὐτῷ τὴν τῆς ψυχῆς θύραν, ἑτοιμότατα ὑπακούσουσι καὶ ἀνοίξουσι, διὰ παντὸς ἐγρηγορότες, καὶ τὴν αὐτοῦ παρουσίαν ἐκδεχόμενοι. Ἐπιλέγει γοῦν· Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν εὑρήσει γρηγοροῦντας. Καὶ πῶς γὰρ οὐ μακάριοι οἱ τοσαύτης μέλλοντες ἀξιωθήσεσθαι τιμῆς; Ἐπόμνυται γοῦν αὐτοῖς φάσκων· Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Νυκτὶ δὲ παραβάλλων τὸν ἀνθρώπινον βίον, ὡς ἀληθῶς σκότους καὶ ἀγνοίας οἰκεῖον, διαφόροις φυλακαῖς, τουτέστιν ὥραις καὶ καιροῖς τῆς νυκτὸς, τὸν τῆς ἀνθρωπίνης ζωῆς παρεικάζει χρόνον· ἐν ᾧ τοὺς διὰ παντὸς ἐγρηγορότας διὰ τὸ ἄδηλον τῆς ἑκάστου τελευτῆς μακαρίους ἀποφαίνει· ταύτης δὲ τῆς προτροπῆς τίς ἂν γένοιτ' ἀνωτέρα, ἣ τὸν δεσπότην ἐπήγγελται αὐτὸν τοῖς δούλοις διακονήσειν, τοὺς δὲ δούλους ἀνακλιθήσεσθαι ἐν τῇ βασιλείᾳ αὐτοῦ, τουτέστι διαναπαύσεσθαι; Προϊὼν δ' αὖθις τὴν αὐτὴν ἐπισφραγίζεται ἐπαγγελίαν τοῖς μαθηταῖς λέγων· Ἐγὼ δ' ἐν μέσῳ ὑμῶν εἰμι ὡς ὁ διακονῶν. Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθ' ἃ διέθετό μοι ὁ Πατήρ μου, βασιλείαν· ἵν' ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ μου. Τοιαύτης τεύξονται μακαριότητος οἱ δοῦλοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει γρηγοροῦντας· κατὰ γὰρ τὸν θνητὸν τοῦτον βίον, ἅτε παῖδες ἔτι ὄντες καὶ νήπιοι, καὶ μήπω τοῦ νυμφῶνος ἠξιωμένοι, ἐπ' ἀλλοδαπῆς δ' οἰκοῦντες, ἅτε ξένοι τῶν ἐνταῦθα, καὶ παρεπίδημοι, καὶ ὑπὸ παιδαγωγοῖς καὶ ἐπιτρόποις ἀνατρεφόμενοι, οὐκ εἶχον πάντοτε τὸν νυμφίον μεθ' ἑαυτῶν. Διὸ καὶ ἐνήστευον, καθὼς εἶπεν ὅτι ἀρθήσεται ἀπ' αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν. Ἀλλ' ἐπὶ τέλει αὐξήσαντας αὐτοὺς καὶ τελειωθέντας παραλήψεσθαι ἐπαγγέλλεται, καὶ εἰς τὸν αὑτοῦ συνεισάξειν νυμφῶνα· ὅτε καὶ ἀνακλίνας αὐτοὺς, διακονήσει αὐτοῖς· οἱ δὲ, συνόντες αὐτῷ ἀεὶ, οὐκέτι νηστεύσουσιν, ἀλλὰ διαπαυσάμενοι τῶν καμάτων, τῆς οὐρανίου τρυφῆς ἀπολαύσουσιν.