Ancient Greek · ~8 min
Εἶπε δ' ὁ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος;
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Εἶπε δ' ὁ Κύριος· Τίς ἄρα ἐστὶν ὁ πιστὸς οἰκονόμος καὶ φρόνιμος;
Not analysed yet
Πρὸς τὴν ἐρώτησιν Πέτρου ἀποκρίνεται διδάσκων ἀορίστως πρὸς πάντα εἰρῆσθαι τὰ λελεγμένα. Ἀλλ' ἐκεῖνα μὲν εἴρηται περὶ τοῦ διὰ παντὸς ἐγρηγορέναι ἕνεκεν τῆς τοῦ κλέπτου φυλακῆς καὶ τῆς αὐτοῦ παρουσίας· τί δὲ χρὴ πράττειν γρηγοροῦντας, νῦν ἀναγκαίως προστίθησι, παραινῶν μὴ τὸ ἑαυτῶν μόνον σκοπεῖν, ἀλλὰ καὶ τῆς ἑτέρων σωτηρίας φροντίζειν. Τὸ μὲν γὰρ ἀνεζῶσθαι τὰς ὀσφύας, καὶ τὸν λύχνον ἀνῆφθαι, τὴν αὐτοῦ τινος εἰς ἑαυτὸν ὠφέλειαν ἐδήλου· γνώσεώς τε γὰρ φωτὶ διὰ παντὸς καταυγάζεσθαι ἀναγκαῖον, σωφροσύνῃ τε καὶ πάσῃ ἀρετῇ τοῦ λογισμοῦ τὴν ὀσφὺν περιεζῶσθαι, ἐγρηγορέναι τε διὰ παντὸς καὶ τὸν κλέπτην διαφυλάττειν, μὴ λαθὼν διορύξειε τὸ τῆς ψυχῆς ταμεῖον, ἀποσυλήσειέ τε τὰ ἐν αὐτῷ συνηγμένα· ἔτι γε μὲν καὶ τὸν ἑαυτοῦ Κύριον πάντα τὸν τῆς ζωῆς χρόνον ἐκδέχεσθαι. Ἀλλὰ μὴ μέχρι τούτων ἑστάναι· παραθήκην δ' ὥσπερ ὑποδεξαμένους παρὰ τοῦ ἑαυτῶν Δεσπότου τὴν τῶν συνδούλων ἡμῶν κηδεμονίαν, φυλάττειν τὴν πίστιν προσήκει, οὕτω τε πιστοὺς γενέσθαι καὶ φρονίμους ὡς μήποτε ἀκαίρως, ἀεὶ δὲ τῷ προσήκοντι καιρῷ, ταῖς ἡμετέροις συνδούλοις τὸ σιτηρέσιον διανέμειν, μήτε παρορῶντας καὶ ὑπερτιθεμένους, ὅτε δεῖ, μήτ' οὐ δεομένοις παρέχοντας ἀκαίρως, ἀλλὰ καὶ καιρῷ τῷ προσήκοντι, καὶ μὴ ἀμέτρως τοῦτο ποιεῖν· τοῦτο δὲ πράττειν κατὰ δύο τρόπους, διά τε τῆς λογικωτέρας ὠφελείας τὰς ψυχὰς αὐτῶν βελτιοῦντας ταῖς διὰ τῶν μαθημάτων τροφαῖς, διά τε τῆς τῶν αἰσθητῶν ὑπαρχόντων πρὸς τοὺς ἐνδεεῖς ἐπικουρίας· ταῦτα δὲ διὰ παντὸς ἐνεργεῖν, ἵνα, εἴ ποτε ἀθρόως ἐπιστὰς ὁ Κύριος ἡμῶν τὴν παράληψιν ἡμῶν ποιοῖτο, εὑρεῖν ταῦτα πράττοντας ἡμᾶς, ἐπαγγελίαν τε τῷ καὶ ταῦτα κατορθοῦντι τοῦ προτέρου πολλαπλασίονα δίδωσιν. Ἐπὶ μὲν γὰρ τῷ ἐγρηγορέναι, καὶ τὴν αὐτοῦ διὰ παντὸς περιμένειν παρουσίαν, ἀνακλίνειν ἐπήγγελται καὶ διακονῆσαι αὐτὸς περιζωσάμενος· ἐπὶ δὲ τῇ πιστῇ καὶ ἔμφρονι οἰκονομίᾳ καὶ τῇ κατὰ καιρὸν διανεμήσει τῆς τροφῆς, τρισμακαρίους ἀληθῶς ἀποφαίνων, οὐκ ἐπί τι μέρος, ἀλλ' ἐπὶ πάντων τῶν ὑπαρχόντων καταστήσειν τὸν μακαριζόμενον μετὰ προσθήκης τοῦ ἀμὴν ἐπιστώσατο. Ἔνθεν καὶ ὁ ἱερὸς Ἀπόστολος ὠφελημένος, τοὺς κατὰ Θεὸν τελείους κληρονόμους Θεοῦ καὶ συγκληρονόμους Χριστοῦ ἐκάλει, καὶ ἔλεγεν· Εἴτε ζωὴ, εἴτε θάνατος, εἴτ' ἐνεστῶτα, εἴτε μέλλοντα, πάντα ἡμῶν εἶναι. Ὑπάρχοντα δ' αὐτοῦ τὰ ἐν τῇ βασιλείᾳ νοητέον ἀγαθὰ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν.