Ancient Greek · ~11 min
Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς..1
Not analysed yet
Ἐσήμαινε τοίνυν διὰ τῶν λαβόντων τὰς μνᾶς τοὺς ἑαυτοῦ μαθητὰς, οἷς ἀνὰ μίαν μνᾶν παραδοὺς, ἴσην τε καὶ ὁμοίαν πᾶσιν ἐγχειρίσας τὴν οἰκονομίαν, πραγματεύσασθαι παρεκελεύσατο, ἕως ἂν ἐπανέλθῃ τῆς μακρᾶς ἀποδημίας. Ἡ δὲ πραγματεία οὐκ ἄλλη τις ἦν ἀλλὰ τὸ κήρυγμα τὸ περὶ τῆς αὐτοῦ βασιλείας εἰς πάντας ἀνθρώπους ὑπὸ τῶν αὐτῶν αὐτοῦ μαθητῶν κατηγγελμένον. Ἀλλ' ἓν μὲν ἦν τοῦτο, ἐπεὶ καὶ μία τῶν πάντων διδασκαλία, καὶ μία πίστις, καὶ ἓν βάπτισμα καὶ ὁ αὐτὸς λόγος· διὸ καὶ μία ἡ μνᾶ, διάφορος δὲ αὐτοῖς ἡ ἐργασία ἐγένετο, καὶ ἡ πραγματεία λαμπρὰ, ὅ τ' ἐπὶ ταύτῃ πόρος πλούσιος. Καὶ ταῦτα μὲν ἦν ὧν ἕνεκα τὴν μακρὰν πορείαν ὁ εὐγενὴς ἐστέλλετο ἄνθρωπος. Ὅθεν ἐλέγετο αὐτῷ ὑπὸ τοῦ Πατρός· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ποίους δὲ, εἴ τις πύθοιτο μαθεῖν ἐθέλων, ἐχθροὺς, ὁ διὰ τῆς παραβολῆς διδάξει λόγος, συμπολίτας εἰσάγων τοῦ βασιλέως μισοῦντας αὐτὸν καὶ παραιτουμένους αὐτοῦ τὴν ἀρχὴν, γυμνῇ τε τῇ κεφαλῇ λέγοντας καὶ ἀχαλίνῳ στόματι· Οὐ θέλομεν τοῦτον βασιλεύειν ἐφ' ἡμᾶς. Ἀλλ' οἱ μὲν, καίπερ ὄντες πολῖται, τὸν βασιλέα ἠρνοῦντο, ὁ δὲ ὑπὸ τοῦ Πατρὸς ἀκούει· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν ὑπὸ πόδας τεθῶσιν οἱ ἐχθροί σου· καί· Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. Ἐπεὶ δὲ ἔξαρνοι τῆς βασιλείας αὐτοῦ ἐγένοντο οἱ ἐχθροὶ αὐτοῦ πολῖται, εἰκότως πρὸς αὐτοὺς ἔφασκεν· Ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ Θεοῦ, καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. Ποῖον δὲ ἦν τὸ ἔθνος τὸ τῆς βασιλείας ἄξιον, ἐδήλου ὁ εἰπών· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου. Ἐδήλου δὲ πολίτας ἐχθροὺς αὐτοῦ οὐχ ἑτέρους τοῦ Ἰουδαίων ἔθνους, οἳ δὴ, πρῶτοι τῆς τοῦ Σωτῆρος χάριτος ἠξιωμένοι, τοῖς ἐναντίοις αὐτὸν ἠμύναντο. Διὸ περὶ αὐτῶν προφητικῶς ἔλεγεν· Ἀνταπεδίδοσάν μοι πονηρά· ἀντὶ ἀγαπᾷν με, ἐνδιέβαλλόν με, καὶ ἐπολέμησαν δωρεὰν, καὶ ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσαν· δι' ὧν προβάλλεσθαι εἰώθασι κατ' αὐτοῦ βλασφήμων λόγων, κατευχόμενοί τε αὐτοῦ, καὶ μόνον οὐκ αὐτοῖς λέγοντες τοῖς ἔργοις· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφ' ἡμᾶς. Διὸ δὴ οὐ μόνον τῆς βασιλείας στερηθήσονται, ἀλλὰ καὶ πείσονται τὰ ἐπίχειρα τῆς αὐτῶν δυσσεβείας. Πολίτας δὲ αὐτοὺς διὰ τῆς παραβολῆς ὠνόμαζεν, ἅτε δὴ ἐκ τῆς αὐτῆς ὁρμωμένους αὐτῷ συγγενείας· ἐπεὶ καὶ αὐτὸς ἐκ τῶν αὐτῶν ὡρμᾶτο προπατόρων κατὰ τὴν ἔνσαρκον αὐτοῦ γένεσιν, καὶ ἐπείπερ τῆς νομίμου ὁμοίως αὐτοῖς μετῄει πολιτείας. Ταῦτα μὲν οὖν παραστατικὰ ἂν εἴη τῆς πρώτης αὐτοῦ ἀφίξεως. Ἐπεὶ δὲ ταῦτα ὁ Σωτὴρ τοῦτον ἐδίδαξε τὸν τρόπον, ἀκολούθως τὴν ἐπάνοδον αὐτοῦ τὴν ἔνδοξον καὶ βασιλικὴν παρίστη, μαρτυρόμενος ὁποίαν τότε ποιήσεται τὴν κατὰ πάντων δικαιοκρισίαν· τοῖς μὲν γὰρ εὖ καὶ πιστῶς τὴν μνᾶν πολυπλασιάσασι τὴν πρέπουσαν ἀποδιδοὺς ἀμοιβὴν, συνάρχειν αὐτῷ καὶ συμβασιλεύειν ἐπιτρέψει· τῷ δὲ κατ' ὄκνον καὶ ῥᾳθυμίαν ἠμεληκότι τῆς τοῦ Δεσπότου παρακελεύσεως, ἀργίαν τε καὶ σχολὴν ἠγαπηκότι, μηδὲ βουληθέντι τὸν πόνον ὑπομεῖναι τῆς πραγματείας, πικρὰν ἐπαρτήσει δίκην.