Ancient Greek · ~7 min
Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.
Not analysed yet
Βασιλεῖαι γὰρ αὗται, πρέπουσαι προαγωγαὶ, ἀρχὰς ἀνθρώπων καὶ ἡγεμονίας τῶν ἀτελεστέρων ἔτι ψυχῶν τοῖς ἐν ὀλίγῳ τὴν δοκιμὴν παρεσχημένοις, ἐπαξίως ὧν ἐπραγματεύσαντο κατὰ τὸν πρῶτον βίον, χαριζόμεναι. Μάθοις δ' ἂν τῶν εἰρημένων δούλων τὸ γνήσιον, καὶ τὸ πιστὸν τῆς πραγματείας ἔργοις αὐτοῖς παραλαβών· ὡς εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Δι' αὐτῶν γὰρ ἐκείνων τῶν τοῦ Σωτῆρος γνωρίμων, καὶ διὰ τῶν μετὰ ταῦτα τὸν ὅμοιον ἐκείνοις ἐπανῃρημένων ζῆλον, ἐξ ἁπάντων τῶν ἐθνῶν ἀφορισθεῖσα τῷ Θεῷ Ἐκκλησία, ἐν ὀλίγῳ χρόνῳ τὴν σύμπασαν οἰκουμένην ἐπλήρου. Καὶ καθ' ἕτερον δὲ τρόπον τὴν ἐργασίαν ποιήσονται οἱ τὸν σωτήριον λόγον τὸν εὐαγγελικὸν πιστευθέντες, δι' ἔργων καὶ πράξεων, βίου τε καὶ πολιτείας θεοπρεποῦς, τὰς τοῦ λόγου διδασκαλίας ἀποπληροῦντες. Ὧν τοὺς μὲν διαφόρως ἐργασαμένους, διαφόροις τιμαῖς ἀμείψεται ὁ δίκαιος κριτὴς, ἀποδώσων ἑκάστῳ τὴν προσήκουσαν ἐν ἀγαθοῖς ἀμοιβήν· τῷ δ' ἐγκρύψαντι τοὺς λόγους καὶ καταδήσαντι παρ' ἑαυτῷ, μηδέν τε εἰργασμένῳ πονηρῷ δούλῳ καὶ ὀκνηρῷ, τἀπίχειρα τῆς πονηρίας ἐποίσει. —Τὸ ἐπάνω δέκα ἢ πέντε πόλεων ἀρχήν τινα καὶ ἐξουσίαν δηλοῖ δοθησομένην τοῖς ἁγίοις κατὰ ὑποδεεστέρων καὶ τοῦ διευθύνεσθαι ἀξίων. Ἀλλὰ γὰρ τῶν μὲν αὐτοῦ θεραπόντων τοιαύτην ποιήσεται τὴν διάκρισιν· τῶν δὲ μὴ τῆς αὐτῆς δουλείας κατηξιωμένων, ἄλλως δὲ πολιτῶν αὐτοῦ γεγενημένων, ἐν ἐχθρῶν δὲ καὶ μισούντων αὐτὸν χώρᾳ ἑαυτοὺς καταλεξάντων, πρεσβείαν τε ἀπεσταλκότων ἀπαρνουμένην αὐτοῦ τὴν βασιλείαν, ὁποῖον ἔσται τέλος, παρίστη δι' ὧν ἐπανελθόντα τὸν βασιλέα κατὰ τὴν δευτέραν καὶ βασιλικὴν αὐτοῦ θεοφάνειαν, φοβερὰν ἀπόφασιν ἐξοίσειν κατ' αὐτῶν προὔλεγε τὴν φήσασαν· Πλὴν τοὺς ἐχθρούς μου ἐκείνους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπ' αὐτοὺς, ἀγάγετε ὧδε, καὶ κατασφάξατε ἔμπροσθέν μου.