Ancient Greek · ~3 min
Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, κ. τ. λ.
Not analysed yet
Ἐγὼ δὲ οὐκ ἄξιον ἡγοῦμαι παρελθεῖν διήγησιν καὶ τοῖς μεθ' ἡμᾶς μνημονεύεσθαι ἀξίαν. Τὴν γὰρ αἱμοῤῥοοῦσαν ἐκ Πανεάδος ἔλεγον ὁρμᾶσθαι, τόν τε οἶκον αὐτῆς ἐπὶ τῆς πόλεως δείκνυσθαι, καὶ τῆς ὑπὸ τοῦ Σωτῆρος εἰς αὐτὴν εὐεργεσίας θαυμαστὰ τρόπαια παραμένειν. Ἑστάναι γὰρ ἐφ' ὑψηλοῦ λίθου πρὸς μὲν ταῖς πύλαις τοῦ αὐτῆς οἴκου γυναικὸς ἐκτύπωμα χάλκεον, ἐπὶ γόνυ κεκλιμένον, καὶ τεταμέναις ἐπὶ τὸ πρόσθεν ταῖς χερσὶν, ἱκετευούσῃ ἐοικός· τούτου δὲ ἀντικρὺ ἄλλο τῆς αὐτῆς ὕλης ἀνδρὸς ὄρθιον σχῆμα, διπλοΐδα κοσμίως περιβεβλημένον, καὶ τὴν χεῖρα τῇ γυναικὶ προτεῖνον· οὗ παρὰ τοῖς ποσὶν ἐπὶ τῇ στήλῃ ξένον τι βοτάνης εἶδος φυὲν, ὃ, μέχρι τοῦ κρασπέδου τῆς τοῦ χαλκοῦ διπλοΐδος ἀνιὸν, ἀλεξιφάρμακόν τι παντοίων νοσημάτων τυγχάνει. Τοῦτον τὸν ἀνδριάντα τοῦ Ἰησοῦ εἰκόνα φέρειν ἔλεγον, ὃν Μαξιμῖνος τῆς ἑαυτοῦ δυσσεβείας πάρεργον· ἐποιήσατο. Καὶ ταῦτα μὲν ταύτῃ. Ἐπὶ δὲ τὸ ἑξῆς τοῦ λόγου προΐωμεν.