Ancient Greek · ~6 min
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Συγκαλεσάμενος δὲ τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν, κ. τ. λ.
Not analysed yet
Διὰ ταῦτα ἐνθέοις δυνάμεσι τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ὥπλιζεν, ὡς ἂν ἐν πρώτοις τὰ δαιμονικὰ στίφη καὶ τὰς ἐχθρὰς τῶν ἀνθρώπων καὶ πολεμικὰς παρατάξεις καθαιροῖεν· ἔπειτα νόσων καὶ παντοίων παθῶν θεραπεύοιεν τοὺς καταπονουμένους· γνωρίσματα δὴ τῆς κηρυττομένης βασιλείας παρέχων ὁρᾷν ἅπασιν ἀνθρώποις. Ἐχρῆν γὰρ, παράδοξον κήρυγμα καταγγέλλοντας, ξένων καὶ νέων ἀγαθῶν ἐναργῆ σημεῖα παρέχειν τοῖς μαθητευομένοις. Ἦσαν δ' οὖν ἀληθῶς Θεοῦ βασιλείας δείγματα αἱ τεράστιαι δυνάμεις, τά τε θαύματα καὶ σωτήριοι ψυχῶν καὶ σωμάτων θεραπεῖαι· ὅτι ἅπας λόγος, ἔργων ἔρημος, οὔποτ' ἂν ἰσχύσῃ πεῖσμα βέβαιον ἐμποιῆσαι τοῖς ἀκροωμένοις. Διὸ ταῖς δι' ἔργων ἐπιτελουμέναις πράξεσι πίστιν ἐναργῆ παρεῖχον τῷ κηρύγματι. Εἰ γοῦν ψιλοῖς ῥηματίοις καὶ φωναῖς εἰκῆ προφερομέναις Θεοῦ βασιλείαν εἰς πάντας ἐβόων, κατάλυσίν τε τῶν πατριῶν θεῶν, τίς ἂν αὐτοῖς παρέσχε τὸν νοῦν; τίνα δ' ἂν ἔπεισαν Θεὸν εἶναι τὸν Ἰησοῦν καταγγέλλοντες, μηδεμίαν δὲ πίστιν τῇ μαρτυρίᾳ προσάγοντες; Διὸ πάντα λόγον θεϊκαῖς προλαμβάνων πράξεσιν ὁ Σωτὴρ, πρῶτα μὲν ἀνεπιτηδεύτους τὸν τρόπον, λόγων τε καὶ σοφίας θνητῆς ἀπείρους τοὺς αὐτοῦ μαθητὰς ἐπὶ κατορθώσει τῆς ὅλης οἰκουμένης προεχειρίζετο· κἄπειτα ἁλιευτὰς ψυχῶν ἀνθρωπίνων ποιήσειν προφήσας αὐτοὺς, ποιητὴς αὐτὸς ἐγίνετο τῆς ἐπαγγελίας· ὅθεν παραδόξων θαυμάτων ἐργάτας αὐτοὺς ἀπειργάζετο, ἄγκιστρα ταῦτα ψυχῶν σωτήρια παραδιδοὺς αὐτοῖς, ὡς ἂν δι' αὐτῶν σαγηνεύοιεν καὶ ἀνέλκοιεν ἐκ τοῦ τῆς κακίας βυθοῦ τὸ θνητὸν γένος, πνεύματα πονηρὰ φυγαδεύοντες, καὶ πᾶσαν νόσον καὶ μαλακίαν ἰώμενοι ἐπὶ τῆς ἐπιταγῆς τῆς αὐτοῦ· οὔπω γὰρ ἦν Πνεῦμα δεδομένον.