Ancient Greek · ~2 min
Καὶ εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καὶ εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, κ. τ. λ.
Not analysed yet
Ἐν τούτοις γε πάλιν κηρύττειν τοῦ Θεοῦ τὴν βασιλείαν, καὶ ἠγγικέναι λέγειν αὐτὴν παρεκελεύετο· οὐκ ἀργὸν οὐδ' ἀναπόδεικτον ποιουμένους τὸν λόγον, τὰ γνωρίσματα δὲ παρέχοντας τοῦ κηρύγματος, διὰ τοῦ θεραπεύειν τοὺς παρ' αὐτοῖς ἀσθενεῖς, καὶ οὐδὲν πλέον τῆς ἐφημέρου τροφῆς ἀποφέρεσθαι· ὃ δὴ παρίστη λέγων· Ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, καὶ θεραπεύετε τοὺς ἐν αὐτοῖς ἀσθενεῖς. Ἐπειδὴ δ' ἀντέπιπτεν, εἰ οὖν μὴ εὑρεθείη τις ἄξιος τῆς δηλωθείσης ὑποδοχῆς, τί χρὴ πράττειν αὐτούς; ἀκολούθως καὶ περὶ τούτων ἐπάκουσον οἷα διδάσκει λέγων ἑξῆς· Εἰς ἣν δ' ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, κ. τ. λ.