Ancient Greek · ~7 min
Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ὅταν ὁ ἰσχυρὸς καθωπλισμένος φυλάσσῃ τὴν ἑαυτοῦ αὐλὴν, κ. τ. λ.
Not analysed yet
Ἰσχυρὸν μὲν τὸν κατισχύσαντα τοῦ γένους τῶν ἀνθρώπων διάβολον λέγει· αὐλὴν δὲ αὐτοῦ τὸν περίγειον τῶν θνητῶν τόπον· ὑπάρχοντα δὲ πάντ' ἐκεῖνα ἃ δὴ ἐπιδείξας τῷ Σωτῆρί ποτε ἔλεγεν· Ταῦτά σοι πάντα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι, ὅτε ἐν τῷ ὑψηλῷ ὄρει ἔδειξεν αὐτῷ τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτοῦ. Ἀλλὰ πάλαι μὲν ταῦτα αὐτοῦ τὰ ὑπάρχοντα ἐν εἰρήνῃ ἦν, μηδενὸς αὐτοῦ ἀφαιρουμένου· ὅτε γε μὴν ὁ ἰσχυρότερος αὐτοῦ ἐπελθὼν καταπαλαίσας τε αὐτὸν δεσμοῖς περιέβαλε, τότε καὶ τὴν πανοπλίαν αὐτοῦ ἀφείλετο, ἐφ' ᾗ ἐπεποίθει, καὶ τὰ σκῦλα αὐτοῦ ἁρπάσας διέδωκε. Πανοπλίαν δὲ αὐτοῦ τὴν τῶν δαιμόνων πολύθεον πλάνην ᾐνίξατο. Ὅπλα γὰρ διαβόλου οἱ πανταχοῦ γῆς ἱδρυμένοι δαίμονες συνεργοῦντες αὐτοῦ τῇ κατὰ τῶν ἀνθρώπων τυραννίδι· σκῦλα δὲ ἦσαν αὐτοῦ αἱ τῶν ἀνθρώπων ψυχαὶ ὑπὸ τῆς διαβολικῆς πανοπλίας αἰχμάλωτοι ἀπηγμέναι. Ἀλλὰ τὸν μὲν δεινὸν ἐκεῖνον τύραννον ὁ Χριστὸς δεσμοῖς περιβαλὼν, πᾶσαν αὐτοῦ διεσκέδασε τὴν πανοπλίαν, τοὺς δαίμονας δηλαδὴ καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, τὰς δυνάμεις τε τὰς ἀντικειμένας· τὰ δὲ σκῦλα αὐτοῦ, τὰ πάλαι δεδουλωμένα τῇ τυραννίδι αὐτοῦ, ἔθνη φημὶ πάντα μεταστησάμενα τῆς παλαιᾶς δουλείας, διαδέδωκεν οἰκείοις ἡγεμόσι καὶ ἄρχουσι τοῖς ὑπ' αὐτὸν στρατιώταις τῆς τῶν οὐρανῶν βασιλείας, ἀποστόλοις δηλαδὴ καὶ τοῖς τούτων διαδόχοις. Περὶ ὧν σκύλων θαυμαστῶς προανεφωνεῖτο ἐν προφητείᾳ φασκούσῃ· Ὁ βασιλεὺς τῶν δυνάμεων τοῦ Ἀγαπητοῦ, τῇ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα. Τεκμήρια δὲ ταῦτα ἐναργῆ τῆς τοῦ Θεοῦ βασιλείας καθαιρούσης καὶ ταπεινούσης πᾶσαν ἀρχὴν καὶ ἐξουσίαν καὶ δύναμιν, καὶ πᾶσαν τὴν πολύθεον καὶ δαιμονικὴν τυραννίδα, τῶν δ' ἐπὶ γῆς ἀνθρώπων ἐπικρατεῖν ἀρχομένης. Διό φησι Σωτήρ· Εἰ δ' ἐγὼ ἐν Πνεύματι Θεοῦ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφ' ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ.