Ancient Greek · ~7 min
Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε.
Not analysed yet
Ὁ μέντοι Κύριος, ἐπειδὴ χρημάτων καὶ χρυσοῦ καὶ ἀργύρου καὶ χιτῶνος δευτέρου, πάσης τε ὑπάρξεως τὴν κτῆσιν τοῖς μαθηταῖς ἀπηγόρευσεν, ἑξῆς ἀκολούθως κατὰ τὸν Ματθαῖον, ὅπως τὰ πρὸς τροφὴν αὐτοῖς πορισθήσεται, ἀναγκαίως διεσάφει· διὸ ἐπῆγε λέγων· Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ. Καὶ τοῦτ' ἔλεγε τροφῆς μόνης ἐπιτρέπων κοινωνεῖν τοῖς ἐθέλουσιν αὐτοῖς μεταδιδόναι· τοσοῦτον δ' ἀποφέρεσθαι συνεχώρει, ὅσον αὔταρκες ἦν ἀνδρὶ, πρὸς ἐφήμερον ἐργασίαν ἑαυτὸν μεμισθωκότι, τροφῆς μεταλαβεῖν. Οὕτω γοῦν καὶ τοῖς δὲ ἐξεῖναι οὐ μισθοὺς τῶν εὐεργεσιῶν εἰσπράττεσθαι, Δωρεὰν γὰρ, φησὶν, ἐλάβετε, δωρεὰν δότε· ἀντὶ δὲ τῆς περὶ τὸ κήρυγμα σχολῆς τε καὶ ἐργασίας, ἀντί τε τῶν πόνων τοῦ σώματος, οὓς τοσαύτην στελλομένους πορείαν εἰκὸς ἦν ὑπομένειν αὐτοὺς, μόνης τροφῆς τῆς ἀναγκαίας χρῆναι μεταλαμβάνειν· καὶ ταύτης μὴ τοῖς τυχοῦσι κοινωνεῖν, μηδὲ παρὰ τῶν παρέχειν ἐθελόντων ἀβασανίστως λαμβάνειν, μόνους δὲ τοὺς ἀξίους τῇ λήψει τιμᾷν· οἷς καὶ μεγίστην ἀμοιβὴν τῆς τροφῆς προλαμβάνοντας ἀντιδιδόναι, εἰρήνην αὐτοῖς καὶ τὰς τοῦ Θεοῦ διαλλαγὰς εὐαγγελιζομένους. Ταῦτα δ' ἀκολούθως τοῖς τῆς αὐτοῦ βασιλείας στρατιώταις παρῄνει· προμαρτυρούμενος μὴ χρημάτων ἐφίεσθαι, μηδέ τινος τὸ παράπαν κτήματος μικροῦ ἢ μεγάλου, εἰς ἄκρον δ' ἐλαύνειν ἀκτημοσύνης· τῆς τε ἐφημέρου τροφῆς μὴ τοῖς πᾶσιν, ἢ τοῖς ἀξίοις μόνοις κοινωνεῖν· καὶ μηδὲ παρὰ τούτων προῖκα ποιεῖσθαι τὴν μετάληψιν, προδανείσαντας δὲ καὶ προευεργετήσαντας ταῖς παρ' ἑαυτῶν εὐλογίαις. —Περιφράξας τοὺς μαθητὰς ὁ Κύριος ἐνθέοις δυνάμεσι καὶ τοῖς φιλοσόφοις παραινέσεσιν, εὐζώνους αὐτοὺς οἷα Θεοῦ βασιλείας στρατιώτας ἀπεργασάμενος ἐξέπεμψε, διδασκάλους καὶ ἰατροὺς τοῖς Ἰουδαίοις, μυρίων αὐτοῖς ἐσομένους ἀγαθῶν προξένους καὶ κήρυκας. Οἱ δὲ κατὰ ταῦτα ἐποίουν, καὶ πανταχοῦ περιῄεσαν, ὡς μὲν διδάσκαλοι εὐαγγελιζόμενοι, ὡς δὲ ἰατροὶ θεραπεύοντες, καὶ τοὺς λόγους διὰ τῶν ἔργων καὶ τῶν σημείων πιστούμενοι.