Ancient Greek · ~7 min
Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Μηδὲν αἴρετε εἰς τὴν ὁδὸν, μήτε ῥάβδους, μήτε πήραν.
Not analysed yet
Κατὰ μὲν οὖν τὸν Ματθαῖον χρυσοῦ καὶ ἀργύρου καὶ χαλκοῦ τὴν κτῆσιν αὐτοῖς ἀπηγόρευε, προγνώσει τοῦ μέλλοντος· συνεώρα γὰρ, ὡς ἄρα οἱ τὰς νόσους ὑπ' αὐτῶν θεραπευθησόμενοι καὶ τῶν ἀνιάτων ἀπαλλαγησόμενοι παθῶν, ἐθελήσουσι καὶ πάντων αὐτοῖς τῶν ὑπαρχόντων ἐκχωρεῖν· διὸ ταῦτα προλαβὼν διεστέλλετο, μὴ καπηλεύειν τὴν χάριν μηδὲ πιπράσκειν τὰ ἐκ Θεοῦ παραινῶν δῶρα· κατὰ δὲ τοὺς λοιποὺς καὶ τὸν αὐτὸν Ματθαῖον μὴ ἐπιτρέπων αὐτοῖς μήτε ῥάβδον, μήτε πήραν, μήτε ὑποδήματα, μήτε δύο χιτῶνας, ἀλλὰ μήτ' ἄρτον, μήτε ἀργύριον ἐπάγεσθαι, μέλλοντας ἐπ' ἀλλοδαπῆς στέλλεσθαι, δοκιμὴν τῆς αὐτῶν πίστεώς τε καὶ προθυμίας ἐλάμβανεν, εἰ, παραγγελθέντες τὸν ἄκρως ἀκτήμονα βίον μετιέναι, ὡς μηδὲ τῆς ἐφημέρου τροφῆς πρόνοιαν ποιεῖσθαι, μηδὲ δεύτερον ἐπάγεσθαι χιτῶνα, μηδὲ ὑποδήμασι χρῆσθαι, μέλλοντες τὴν σύμπασαν ἐκπερινοστεῖν οἰκουμένην, μὴ φεύγοιεν τὰ παραγγέλματα· ἀλλὰ καὶ ἀφιλοχρημάτους ἀφρόντιδάς τε τοῦ βίου δεῖν αὐτοὺς εἶναι βουλόμενος. Ταῦτα διεμαρτύρατο, ὡς ἂν τῶν ἐκ Θεοῦ δομάτων ταύτῃ πη αὐτοῖς δοθησομένων, εἰ καὶ αὐτοὶ παρ' ἑαυτῶν τὸν κατάλληλον βίον ἐπάξιον τῆς τῶν θείων χαρισμάτων κτήσεως παρασκευάζοιεν· προσήκειν γὰρ ἀμοιβήν τινα ποιήσασθαι καὶ ἀντικαταλλάξασθαι, ὑποδεχομένους μὲν παρὰ τοῦ Θεοῦ τὰς σωτηρίους καὶ εὐεργετικὰς ἀνθρώπων δυνάμεις, ἀντιδιδόντες δὲ αὐτῷ ὑπακοὴν τῶν αὐτοῦ παραγγελμάτων, προθυμίαν τε καὶ προαίρεσιν ἐλευθέραν τῆς πρὸς τὰ βιωτικὰ συμπαθείας. Ἀλλὰ καὶ πλοῦτον οὐράνιον ταῖς αὐτῶν ψυχαῖς ὑποδεχομένους, τῆς τε τοῦ Θεοῦ βασιλείας ἀῤῥαβῶσιν ἐφοδιαζομένους, τῶν ἐπὶ γῆς καταφρονεῖν χρῆναι δεῖν ᾤετο· καὶ μήτε χρυσὸν, μήτε χρήματα, μήτε τι τῶν παρ' ἀνθρώποις τιμίων ἐπάξιον ἡγεῖσθαι τοῦ παρασχεθέντος αὐτοῖς οὐρανίου πλούτου. Ἀλλὰ καὶ στρατιώτας αὐτοὺς τῆς τοῦ Θεοῦ βασιλείας ἀποτελῶν, εὐζώνους παρεσκεύαζεν ἐπὶ τὸν πρὸς τοὺς ἀντικειμένους πόλεμον. Διὰ ταῦτα ἀκτήμονας εἶναι παρῄνει τοὺς αὐτοῦ στρατιώτας· ἐπεὶ Μηδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.