Ancient Greek · ~3 min
Κριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Κριτής τις ἦν τὸν Θεὸν μὴ φοβούμενος.
Not analysed yet
Ἐπισυνάπτει γοῦν καὶ παραβολὴν τὴν περὶ τοῦ κριτοῦ τῆς ἀδικίας, πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι καὶ μὴ ἐκκακεῖν. Τὸ δὲ εἰπεῖν· Ἆρα ἐλθὼν ὁ Υἱὸς τοῦ ἀνθρώπου εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς; ἔκλειψιν δηλοῖ τῆς πίστεως, ὡς μηδένα πιστὸν εὑρεθήσεσθαι, ἢ εἴ που ἄρα σπάνιόν τινα κατὰ τὸν τῆς δευτέρας αὐτοῦ θεοφανείας χρόνον. Ὅπερ μέγα τεκμήριον τυγχάνει τοῦ καιροῦ τῆς ἀποστασίας, ἐν ᾧ σπάνιος ἔσται ὁ εὑρεθησόμενος πιστός· τάχα δὲ οὐδὲ εἷς ἔσται, διὰ τὸ τοὺς μὲν παραληφθήσεσθαι, τοὺς δὲ καταλειφθήσεσθαι τοῖς ἀετοῖς παραδοθησομένους· οὕτω τε ἐξ ἀνθρώπων ἐκλειπούσης τῆς πίστεως, αὐτὸς λοιπὸν ἐπιστήσεται τὴν ἐκδίκησιν ποιησόμενος τῶν ἁγίων αὐτοῦ τῶν ὑπὸ τῶν ἀσεβῶν ἀνῃρημένων. Ἐν τάχει δὲ ποιήσει τὴν ἐκδίκησιν, διὰ τὸ βοᾷν πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας· βοᾷν δὲ πρὸς αὐτὸν ἐδίδαξε διὰ τῆς παραβολῆς τοῦ κριτοῦ τῆς ἀδικίας.