Ancient Greek · ~3 min
Λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Λέγουσιν αὐτῷ· Ποῦ, Κύριε; Ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί.
Not analysed yet
Ἐρωτησάντων τῶν μαθητῶν· Κύριε, ποῦ; καὶ βουληθέντων μαθεῖν ποῦ καταλειφθήσεται ὁ ἕτερος τῶν (μὴ) παραληφθέντων· Ὅπου, φησὶ, τὸ σῶμα, ἢ τὸ πτῶμα κατὰ Ματθαῖον, ἐκεῖ συναχθήσονται καὶ οἱ ἀετοί· ὥσπερ οἰωνούς τινας νεκροβόρους, τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου αἰνιξάμενος, τοὺς τότε διώκοντας τοὺς ἁγίους τοῦ Θεοῦ· ὧν ἐπὶ τὸ αὐτὸ συναχθέντων, ἐκεῖ καὶ παρ' αὐτοῖς συναχθήσεται ὁ ἀνάξιος τῆς παραλήψεως. Ἦν δ' οὗτος τῶν ἐπὶ κλίνης καθευδόντων ὁ ἕτερος· ἢ τῶν ἀληθουσῶν ἡ μία· οἳ καὶ παραδοθήσονται τοῖς ἐπισυναχθεῖσι κατ' αὐτῶν ἀετοῖς. Ἀετοὺς δὲ καὶ τοὺς τῆς Ἱερουσαλὴμ πολιορκητὰς ὁ προφητικὸς λόγος ὠνόμασεν· ὡς ὅτε περὶ τοῦ Ναβουχοδονόσορ λέγει· Ὁ ἀετὸς ὁ μέγας ὁ μεγαλοπτέρυγος· μή ποτ' οὖν καθ' ἑτέραν διάνοιαν αἱ τιμωρητικαὶ καὶ κολαστικαὶ δυνάμεις, αἱ τοὺς ἀσεβεῖς μετελευσόμεναι, διὰ τῶν ἐνταῦθα λεγομένων ἀετῶν ἐδηλώθησαν· αἷς ἵνα μὴ παραδοθῶμεν, ἑξῆς ὁ Σωτὴρ παραινεῖ εὐχαῖς σχολάζειν.