Ancient Greek · ~27 min
Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ..1
Not analysed yet
Πλὴν τῆς τῶν οὐρανῶν βασιλείας ἐν πολλοῖς ἀγαθῶν τάγμασιν ἐπινοουμένης, κατὰ τὸ, Πολλαὶ μοναὶ παρὰ τῷ Πατρὶ, τὸ πρῶτον, ὡς ἂν εἴποι τις, ἀξίωμα, καὶ ὁ πρῶτος ἀνιόντων βαθμὸς ὁ τῶν διὰ Θεὸν πτωχευόντων τυγχάνει. Εἶεν δ' ἂν οὗτοι οἱ πάντων τῶν τοῦ παρόντος βίου τιμίων κατολιγωρήσαντες, οἱ πτωχεύοντες τῇ μετριοφροσύνῃ, οἱ καὶ εἰς ἄκρον ἐλάσαντες ἀκτημοσύνης διὰ τὴν κατὰ Θεὸν φιλοσοφίαν, τοῦ σωτηρίου μακαρισμοῦ τεύξονται. Τοιούτους δὲ αὐτοὺς τοὺς πρώτους αὐτῷ μαθητεύοντας ἀπειργάσατο· διὸ καὶ εἰς αὐτῶν πρόσωπον κατὰ θάτερον τῶν εὐαγγελιστῶν ἡρμόττετο λέγων· Μακάριοι οἱ πτωχοὶ, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ· τὸ γὰρ ὑμετέρα δεικτικῶς πρὸς παρόντας ἐλέγετο. Εἰς αὐτοὺς δὲ καὶ τοὺς ὀφθαλμοὺς ἐπῆρε, καὶ πρὸ τοῦ λόγου τῷ ἱλαρῷ βλέμματι πρὸς τὴν ἀκρόασιν αὐτοὺς ἐφελκόμενος· οἱ δὲ προθύμως σφᾶς αὐτοὺς ὑπηκόους τοῖς λεγομένοις παρεῖχον. Πρῶτος μὲν οὖν βαθμὸς τῶν σωτηρίων μακαρισμῶν οὗτος ἦν, ὁ συμβασιλεύειν αὐτῷ παριστὰς τοὺς τὴν δι' αὐτὸν πτωχείαν, καὶ τὸν ἄκρως ἀκτήμονα φιλόσοφόν τε καὶ θεοφιλῆ βίον ἀναδεδεγμένους, ἤγουν τοὺς ταπεινόφρονας. Δεύτεροι οὖν καὶ τρίτοι ἐφεξῆς καταλέγονται παρ' αὐτῷ μακαρισμοὶ, καὶ τέταρτοι καὶ ἐφεξῆς. Ἐξεῖναι γὰρ ἐδίδασκε καθ' ἕνα τινὰ τρόπον τῶν κατωνομασμένων βίων καταξιωθῆναι τῶν ἐπηγγελμένων φιλοτιμεῖσθαι· ὥστ' εἶναι δυνατὸν, ἐν τῇ τοῦ Θεοῦ βασιλείᾳ γενομένους, εἰ καὶ μὴ συμβασιλεῦσαι Χριστῷ κατὰ τοὺς πτωχοὺς τῷ πνεύματι, ἀλλὰ γοῦν παρακληθῆναι ἐφ' οἷς τὰ πρὸς θάνατον ἁμαρτήσαντες ἐπένθησαν, μετανοίᾳ καὶ ἐξομολογήσει καὶ βίῳ σώφρονι ἑαυτοὺς ἐπιδεδωκότες· ἢ τῆς ἐπηγγελμένης γῆς τυχεῖν, οἰκήτοράς τε καὶ πολίτας τῆς ἄνω τοῦ Θεοῦ πόλεως γενέσθαι, πράους καὶ ἀνεξικάκους ἀποδειχθέντας· ἢ πεινήσαντας ἐν τῷ παρόντι βίῳ, καὶ διψήσαντας τῆς δικαιοσύνης τυχεῖν αὐτῆς, καὶ κορεσθῆναι κατὰ τὸν ἐπηγγελμένον αἰῶνα, ἐπὰν αὐτῆς καθαρᾶς τῆς οὐσιώδους ἀρετῆς ἀπολαύωσιν, αὐτὴν ὑποστατικὴν ὁρῶντες τὴν τοῦ Θεοῦ δικαιοσύνην, καὶ αὐτὴν τὴν σοφίαν τοῦ Θεοῦ, καὶ τὴν ζωὴν τὴν αἰώνιον, καὶ τὸ ψυχῶν φωτιστικόν· ἃ δὴ πάντα ἐπινοεῖται κατὰ τὰς ἐνυπαρχούσας δυνάμεις τῷ μονογενεῖ τοῦ Θεοῦ Λόγῳ. Εἰ δὲ ἄλλως τινὲς φιλάνθρωποι καὶ ἐλεήμονες γεγόνασι, τὸ συμπαθὲς καὶ κοινωνικὸν πρὸς τοὺς πέλας ἐπιδεικνύμενοι, ταὐτὸν πείσονται οἷς ἔδρασαν, κατ' ἔλεον Θεοῦ καὶ φιλανθρωπίαν ἐλεηθέντες. Ἄλλο δὲ τάγμα γένοιτ' ἂν τῶν κατὰ τὴν ἐπαγγελίαν μακαρίων, τὸ τῶν τὴν καρδίαν τουτέστι τὴν διάνοιαν κεκαθαρμένων· καὶ ἄλλο πάλιν τῶν εἰρηνοποιῶν· ὧν οἱ μὲν πρότεροι γέρας λήψονται τῆς καθαρότητος, τὴν τοῦ Θεοῦ θέαν, ἅτε δὲ ὀφθαλμοῖς ψυχῆς κεκαθαρμένοις αὐτὸν ὀψόμενοι· οἱ δὲ δεύτεροι υἱοὶ Θεοῦ γενήσονται, ὡς ἂν ἔργον ὅμοιον κατωρθωκότες· οἷον καὶ ὁ τοῦ Θεοῦ Υἱὸς εἰρηνοποιήσας τὰ πάντα δι' ἑαυτοῦ, τά τε ἐν οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. Ἀλλ' οὗτοι μὲν ἐπὶ διαφόροις κατορθώμασι διαφόρων τεύξονται τιμῶν ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ. Οἵ γε μὴν αὐτῷ συμβασιλεύσοντες τῷ Υἱῷ τοῦ Θεοῦ πρῶτοι μὲν ἦσαν οἱ δηλωθέντες πτωχοὶ τῷ πνεύματι· δεύτεροι δὲ μετ' ἐκείνους οἱ γενναῖοι τοῦ Θεοῦ μάρτυρες, περὶ ὧν ἑξῆς ἐδίδασκε λέγων· Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης· διὰ τούτων γὰρ τοὺς μέλλοντας ὑπεραγωνίζεσθαι τῆς βασιλείας ὡς εὐγενεῖς Θεοῦ στρατιώτας ἐμακάριζεν· ἀναγκαίως καὶ αὐτοῖς ὡς ἀδελφοῖς τῶν προμεμακαρισμένων πτωχῶν βραβεῖα τῶν ἐπάθλων τὴν τῶν οὐρανῶν βασιλείαν ὑπισχνούμενος. Τάξει δὲ πολλῇ καὶ ἀκολουθίᾳ τούτοις μετεδίδου τῆς αὐτοῦ βασιλείας μετὰ τοὺς πτωχοὺς τῷ πνεύματι· βιῶναι γὰρ δεῖ πρότερον θεοφιλῶς τὸν πάντα χρόνον τῆς ζωῆς ἐν ἀκτήμονι καὶ φιλοσόφῳ τρόπῳ διατελέσαντας, εἶθ' οὕτως ἐπὶ τὸ θεοφιλὲς τέλος ἐλθεῖν. Οἱ μὲν οὖν πρῶτοι τὴν ἄκραν ἀκτήμονα μετήρχοντο ἀγωγὴν τοῦ βίου, διὰ πάσης αὐτῶν τῆς ζωῆς τοῖς τῆς ἀρετῆς ἄθλοις ἐναγωνιζόμενοι· οἱ δὲ δεύτεροι τῆς εἰς αὐτὸν μαρτυρίας ἕνεκεν ἠλαύνοντο πολεμούμενοι καὶ μισούμενοι, συκοφαντούμενοί τε ψευδέσι διαβολαῖς δι' οὐδὲν ἕτερον ἢ διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν. Ἀλλὰ γὰρ τοὺς μὲν πεινῶντας καὶ κλαίοντας καὶ διὰ Χριστὸν ὀνειδιζομένους καὶ παρὰ τῷ Λουκᾷ ὀψόμεθα· τοὺς δὲ πραεῖς καὶ τοὺς ἐλεήμονας καὶ τοὺς καθαροὺς τῇ καρδίᾳ καὶ τοὺς εἰρηνοποιοὺς ὁ Ματθαῖος ἡμῖν εἰς ἐξέτασιν παρατίθεται. Καὶ ταῦτ' ἔλεγεν ὁπλίζων καὶ περιφράττων τοὺς μαθητὰς εἰς τὸν κατὰ τῶν ἐναντίων πόλεμον, ὃν ἔμελλον ἐπαναντλεῖσθαι κηρύττοντες παντὶ τῷ κόσμῳ, καὶ μαρτυρόμενοι τὴν ἑνὸς τοῦ ἐπὶ πάντων Θεοῦ βασιλείαν. Μέλλοντας γὰρ αὐτοὺς διὰ τὸ νέον κήρυγμα πρὸς ἁπάντων ἐλαύνεσθαι καὶ πολεμεῖσθαι, προησφαλίζετο καὶ προέφραττε μακαρισμῶν τε ἠξίου· ὅτι δὴ ἄληπτον βίον προβαλλόμενοι, ὡς μηδὲ τοῖς ἐχθροῖς προφάσεις κατ' αὐτῶν θηρωμένοις ἀφορμὰς διαβολῆς παρέχειν· ὅμως διὰ μόνην τὴν εἰς αὐτὸν ὁμολογίαν, καὶ τῶν αὐτοῦ παραγγελμάτων ἕνεκεν, διώκεσθαι καὶ πολεμεῖσθαι μέλλοιεν, δυσφημούμενοι καὶ πάσας ὑπομένοντες λοιδορίας καὶ ὕβρεις καὶ ὀνειδισμοὺς, οὐ δι' οἰκείας πλημμελείας, διὰ δὲ τὸν ἐνάρετον καὶ ἄκρον ἐν δικαιοσύνῃ βίον αὐτῶν· ὃ δὴ καὶ αὐτὸ κατὰ τὴν θείαν προμήθειαν εἰρημένον τέλους ἐτύγχανεν ἀληθοῦς ἐν τῷ μετὰ ταῦτα χρόνῳ. Πλὴν ἀλλὰ θεραπεύει τὸ λυπηρὸν τοῦ λόγου, ἰσοτίμους αὐτοὺς ἀποφαίνων τοῖς πάλαι τοῦ Θεοῦ προφήταις. Διὸ καὶ χαίρειν καὶ ἀγαλλιᾷν ἐν πᾶσι τοῖς ἐπιοῦσι παρῄνει, ὡς ἂν τὰ ὅμοια τοῖς προφήταις πεισομένους, καὶ δηλαδὴ ὁμοίως αὐτοῖς τῆς παρὰ τῷ Θεῷ τιμῆς ἀξιωθησομένους. Ἔνθεν εἰκότως Παῦλος τούτοις ἐπιθαῤῥῶν ἔλεγεν· Εἴπερ συμπάσχομεν, ἵνα καὶ συνδοξασθῶμεν· καὶ, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἐκκαλυφθῆναι εἰς ἡμᾶς. Καὶ οὐ λόγοις μὲν ταῦτα ἔλεγεν, ἔργοις δὲ ἀφυστέρει τῶν λελεγμένων, ἀλλὰ καὶ αὐταῖς πράξεσι τοὺς ὑπὲρ εὐσεβείας ἄθλους ἐνεδείκνυτο, οὓς καὶ κατηριθμεῖτο λέγων· Διὸ εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσι, καὶ τὰ ἑξῆς. Καὶ ταῦτα μὲν ἔτι τὰ τῶν ἄθλων προοίμια· τὸ δὲ συμπέρασμα τοῦ παντὸς ἀγῶνος αὐτῷ ἐπὶ τῆς Ῥωμαίων ἐτελειοῦτο πόλεως, ἔνθα μαρτυρίῳ τὴν κεφαλὴν ἀπετμήθη. Ὁ Πέτρος δὲ ἁρπαγμὸν τὸν διὰ σταυροῦ θάνατον ἐποιεῖτο διὰ τὰς σωτηρίους ἐλπίδας· Ἰάκωβός τε ὁμοίως ξίφει τὴν κεφαλὴν ἐν Ἱεροσολύμοις ἀποτέμνεται· καὶ Ἰωάννης νῆσον οἰκεῖν Πάτμον κατεκρίνετο· καὶ ἄλλος ἄλλως τὸ καθαρὸν καὶ ἄπλαστον τῆς τῶν αὐτοῦ λόγων ὑπακοῆς ἐνδειξάμενοι, διάφορον ὑπέμειναν τοῦ βίου τελευτήν. Καὶ ταῦτ' οὐ παρὰ γνώμην ἔπασχον, πάσης δὲ ἡδονῆς ἡδίω τιθέμενοι τὴν τῶν σωτηρίων ἐπαγγελιῶν ἐλπίδα· ἐπεὶ γοῦν ποτε συλλαβόντες αὐτοὺς οἱ τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες μαστίγων αἰκίαις ὑπέβαλον, ὡς ἡ περὶ αὐτῶν ἱστορία μαρτυρεῖ, ὡς ἄρα προῄεσαν ἐκ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καὶ τοῦτ' ἔπραττον, αὐτοῦ παράγγελμα πληροῦντες, ἐπειδὴ χαίρειν ἐδίδασκεν ὑπὲρ αὐτοῦ πάσχοντας. Ἰσοτίμους δ' αὐτοὺς τοῖς προφήταις ἀπέφαινε, λέγων κατὰ Ματθαῖον· Οὕτω γὰρ ἐδίωξαν τοὺς πρὸ ὑμῶν· ὡς καὶ τούτων μὲν ὄντων προφητῶν, λειπομένων δὲ χρόνῳ, ἐξισουμένων γε μὴν ἐκείνοις διὰ τὴν ὁμοιοπάθειαν. Ἐπεὶ κἀκείνων ὁ μέν τις ἀνῃρεῖτο ξίφει, ὁ δὲ λίθοις, ὁ δὲ λέουσι παρεβάλλετο, ὁ δὲ ἐν λάκκῳ βορβόρου ἐβάλλετο· καὶ ἄλλος πρίονι τὸ σῶμα κατετέμνετο· οἱ δ' ἐν πυρὸς καμίνῳ συνεκλείοντο. Διὸ δὴ θαῤῥεῖν ὁ Σωτὴρ ἐν τῇ τῶν δεινῶν ὑπομονῇ τοῖς κατ' αὐτοῦ παρεκελεύετο γνωρίμοις, κατὰ καιρὸν ὑπομνήσας ὧν οἱ τοῦ Θεοῦ προφῆται πεπόνθασι· ὅπως διὰ τῆς ἐκείνων παραθέσεως καὶ αὐτοὶ τὰς αὐτὰς ὑπογράψοιεν αὐτοῖς ἐλπίδας· Ὅταν γὰρ, φησὶ, συκοφαντήσωσιν ὑμᾶς, χάρητε· ἐπειδὴ καὶ οἱ προφῆται τὸ αὐτὸ ὑπέστησαν.