Ancient Greek · ~1 min
Οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν.
Not analysed yet
Ὅρα γοῦν ἐπὶ τοῦ παρόντος, ἄνωθεν ἀρξαμένους τὰς τοῦ Σωτῆρος διελθεῖν φωνὰς, καὶ παρ' αὐτοῦ τὰς διδασκαλίας ὥσπερ τινὰς νόμους, δι' ὧν ἄν τις τύχοι τῆς οὐρανίου βασιλείας, παραδέξασθαι· καὶ μὴ μέχρι τοῦ μαθεῖν στῆναι, ἀλλὰ καὶ δι' ἔργων χωρῆσαι, ὡς ἂν μὴ ἐκπέσοιεν τῶν ἐπαγγελμάτων· ὅτι οὐκ ἐν λόγῳ ἡ βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει.