Ancient Greek · ~1 min
Οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Οὐ μή με ἴδητε ἕως ἂν ἥξῃ ὅτε εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Not analysed yet
Αὐτοὶ γὰρ ἐκεῖνοι, οἷς τότε παρὼν παροῦσι διελέγετο θεώμενοι αὐτὸν μετὰ τῆς ἐνθέου δόξης, καὶ σὺν ἀγγέλων δορυφορίᾳ ἐρχόμενον ἐξ οὐρανῶν, ὁμολογεῖν ἀναγκασθήσονται αὐτὸν εἶναι τὸν εὐλογημένον τὸν ἐρχόμενον ἐν ὀνόματι Κυρίου τοῦ ἑαυτοῦ Πατρός.