Ancient Greek · ~29 min
Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, κ. τ. λ..1
Not analysed yet
Ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν ὁ Σωτὴρ ὀνομάζει, τὸ Πνεῦμα τὸ ἅγιον τοῦτον αἰνιξάμενος τὸν τρόπον. Ὁ γοῦν τῆς οὐρανίου βασιλείας Λόγος, μετὰ τὴν πρώτην ἐν οὐρανοῖς σπορὰν αὐξηθεὶς, καὶ καρπὸν ἀποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορηγίαν τοῖς διὰ τῶν πρώτων ὠφελημένοις παρέχει, ζύμης δίκην φύραμα ζυμούσης. Γυνὴ δὲ ταύτην, ἡ σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. Τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα θεῖα καὶ γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἡ τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χορηγεῖ· ἡ δ' αὐτὴ καθ' ἑτέραν διάνοιαν πάντα τὸν τοῦ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύσεως ζυμοῖ, ἐγκρύπτουσα τὴν ἐξ αὐτῆς ὠφέλειαν εἰς ἀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ ὅλον. Οὕτω γοῦν τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιηθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσει ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ἂν μικρᾶς κράσεως γενομένης, τῶν τριῶν ἀλεύρων ἀποδεδομένων, καὶ τῆς ἐν αὐτοῖς ἐμπνεύσεως. Καὶ δὴ νέος ἄρτος καὶ πνευματικὸς γενόμενοι, κατὰ τὸν Ἀπόστολον, ὅς φησιν, Εἷς ἄρτος καὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναληψόμεθα τοῦ ζωοποιοῦ τῶν ὅλων ἄρτου, ὃς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. Εὖ δὲ γυναικὶ ἀφωμοίωσε τὴν σοφίαν τοῦ Θεοῦ ἐν τούτοις· Χριστὸς δέ ἐστιν ἡ τοῦ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία καταλλήλως τῷ τῆς ζύμης ὑποδείγματι. Ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου γεωργίου πρόσωπον καὶ σπορέως εἰσῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυναικὸς, οὕτω κἀνταῦθα ἐπὶ ζύμης φυρομένης εἰς ἀλεύρου σάτα τρία οἰκειότατα ἡ παραβολὴ γυναικὶ ἀρτοποιουμένῃ τὸν ἐν ἐκείνοις ὠνομασμένον σπορέα ἀπείκασεν. Κατὰ μέντοι τὸν Ματθαῖον κεκρυμμένην ζύμην τὴν βασιλείαν τῶν οὐρανῶν προειπὼν, δι' ἧς ἐδήλου τὴν ἐπιχορηγίαν τοῦ ἁγίου Πνεύματος, καὶ τὴν ὠφέλειαν τὴν ἀπὸ τοῦ εὐαγγελικοῦ λόγου, διὰ τῆς ἑξῆς παραβολῆς τὴν αὐτὴν βασιλείαν ἐοικέναι φησὶ θησαυρῷ. Εἴη δ' ἂν θησαυρὸς μέγας ὁ κατὰ τὰς οὐρανίους ἐπαγγελίας τοῖς ἀξίοις τεταμιευμένος, ὃν ὁ ὀφθαλμὸς οὐκ εἶδεν, ὃς τοὺς πολλοὺς λανθάνει. Ὁ δὲ τοῦτον νοήσας, ὡς τὸ κατ' εἰκόνα τοῦ Θεοῦ σώζων ἐν ἑαυτῷ, χαρᾶς ἔμπλεως γεγονὼς, ὡς ἂν τὸ τέλειον τῶν ἀγαθῶν εὑρηκὼς, τὰ λοιπὰ πάντα δεύτερα τίθεται, καὶ τοῦτον ἀντιλαμβάνει. Καταλλήλως δὲ θησαυρὸν καὶ ἀγρὸν εἰπὼν, ἄνθρωπον αὐτῷ συνῆψε τὸν εὑρηκότα· οὕτω δηλώσας τὸν ἐν ἀνθρώπῳ θεοφιλῆ νοῦν. Ἡ μὲν οὖν ῥηθεῖσα αὕτη παραβολὴ διὰ τοῦ θησαυροῦ τοῦ κεκρυμμένου τὰς οὐρανίας ἐπαγγελίας ἐδήλου τὰς ὑπερβεβηκυίας, πολλαὶ γὰρ μοναὶ παρὰ τῷ Πατρὶ, καὶ τὸν ἐν Θεῷ πλοῦτον, θησαυρὸν ὄντα παντὸς ἀγαθοῦ. Ἡ δὲ μετὰ ταύτην διὰ τοῦ μαργαρίτου αἰνίττεσθαί μοι δοκεῖ τὸ τιμιώτερον τοῦ δηλωθέντος πλούτου. Εἴη δ' ἂν ἡ θεότης αὐτὴ τοῦ Μονογενοῦς, ἡ πάντων τῶν ἐν τῷ ἀποδοθέντι θησαυρῷ τεταμιευμένων τιμιωτέρα, ἣν ὁ κτησάμενος τῆς ἀνωτάτω μακαριότητος ἠξίωται. Μαργαρίτης δὲ ὠνόμασται εἰκότως ὁ σαρκωθεὶς Θεὸς Λόγος· ἐπεὶ καὶ ὁ μαργαρίτης τοιοῦτος, ἐν σαρκὶ μὲν καὶ ἐν ὀστρέῳ καὶ ἐν ὑγροῖς γεννώμενος, τίμιον δέ τι χρῆμα, καὶ πάντων τῶν ἐν ὑγροῖς σωμάτων τιμαλφέστερον· ἔοικε γοῦν εἶναι τῇ φύσει σῶμα ὑγρὸν, διαυγὲς, θεοειδὲς, φωτὸς καὶ πνεύματος γέμον. Εἴη δ' ἂν καὶ σαρκωθεὶς Λόγος τοιοῦτος, φῶς νοερὸν διὰ θνητοῦ καὶ ὑγροῦ σώματος ἐκλάμψαν. Πολλῶν γε μὴν καὶ ἄλλων μαργαριτῶν ὄντων ἁγίων καὶ θεοφιλῶν, προφητῶν τε καὶ δικαίων ἀνδρῶν, καὶ αὐτῶν ἐν σαρκὶ πεπιλημένων διὰ τὸν ἔνσαρκον τῶν ἀνθρώπων βίον, οὐδεὶς ἕτερος ἢ μόνος εἷς οὗτος ἀληθῶς μονογενὴς καὶ πολυφεγγὴς καὶ πολύτιμος εὕρηται· ὡς καὶ Ἡσαΐαν θεσπίσαι περὶ αὐτοῦ καὶ εἰπεῖν· Ἰδοὺ τίθημι ἐν Σιὼν λίθον πολυτελῆ, ἐκλεκτὸν, ἀκρογωνιαῖον, ἔντιμον· καὶ ὁ πιστεύων εἰς αὐτὸν οὐ καταισχυνθήσεται. Ὁ δὴ οὖν μέλλων τῆς βασιλείας τῶν οὐρανῶν καταξιοῦσθαι προσφυῶς παραβέβληται ἐμπόρῳ ἀνδρὶ φιλοκάλῳ τινὶ καὶ φιλομαθεῖ καὶ ποικίλων δοκιμαστῇ λόγων, ὃς περιιὼν πολλοὺς μὲν ἀνεῦρε μαργαρίτας, παντοίους ἐν ἀνθρώποις ἁγίους· τέλος δὲ τὸν πολύτιμον εὑρὼν, ὃν ὁ Λόγος παρεστήσατο, πάντων τῶν πρότερον αὐτῷ πεπορισμένων τοῦτον ἀντικατηλλάξατο, ταυτὸν τῷ προτέρῳ πράξας (ὁ πάντα ὅσα εἶχε πωλήσας, καὶ ἀγοράσας τὸν ἀγρὸν ἐκεῖνον). Καὶ τοῦτ' ἂν εἴη τέλος τῆς ἄκρας μακαριότητος, τὸ κατακοσμηθῆναι τῷ πολυτιμήτῳ μαργαρίτῃ, δηλαδὴ τῷ φωτὶ τῆς θεότητος τοῦ μονογενοῦς Λόγου· ἀρχὴ μὲν γὰρ ἦν ὁ σπόρος· εἶτ' ἐπίδοσις τῆς τοῦ σίτου καρποφορίας· καὶ τρίτον ἡ ἀπὸ τῶν ζιζανίων διάκρισις· τέταρτον ἡ ἐπὶ μέγα δένδρον τοῦ σπόρου φυή· πέμπτον ἡ διὰ τοῦ ἁγίου Πνεύματος ζύμωσις· ἕκτον ὁ θησαυρὸς τῶν οὐρανίων ἐπαγγελιῶν· ἕβδομον ἡ αὐτοῦ κτῆσις τοῦ Θεοῦ Λόγου, ἐν ᾧ πᾶς κατακοσμεῖται ὁ τῆς βασιλείας τῶν οὐρανῶν ἄξιος. Ταῦτα δὲ πρὸ τῶν ἔργων ἀνεφωνεῖτο· προλέγοντος τὰ μέλλοντα ἔσεσθαι τοῦ Σωτῆρος, ἃ δὴ καὶ τέλους οὐκ εἰς μακρὸν ἐτύγχανε, ὥστε μετ' οὐ πολὺν χρόνον ὀφθαλμοῖς ὁρᾶσθαι τῶν ἔργων τὰ ἀποτελέσματα. Καθ' ὅλης οὖν ἐξ ἐκείνου τῆς τῶν ἀνθρώπων οἰκουμένης ἐκ μὲν ἁπάντων τῶν ἐθνῶν τὰ τῆς τοῦ Θεοῦ βασιλείας σύμβολα διὰ τῶν Ἐκκλησιῶν αὐτοῦ ἐθεωρεῖτο, μυρίων ἐν αὐταῖς κατὰ τὸ σωτήριον Εὐαγγέλιον βιούντων, τοῖς τε παλαιοῖς προφήταις καὶ αὐτῷ γε τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ ὁμοίως θεοσεβεῖν φιλοτιμουμένων· ἐπεὶ κἀκεῖνοι, προλαβόντες τοῖς χρόνοις τοὺς Μωϋσέως νόμους, τῷ κατὰ τὸ Εὐαγγέλιον βίῳ τε καὶ τρόπῳ διέλαμψαν, τῆς μὲν ἐκ πατέρων ἡκούσης εἰς αὐτοὺς πολυθέου πλάνης κατεγνωκότες, τοῦ δ' ἐπὶ πάντων Θεοῦ τὴν γνῶσιν ἀνειληφότες. Διὸ δὴ τῶν ἐθνῶν οἱ πολλοὶ ἀπ' ἀνατολῶν καὶ δυσμῶν ἥξειν εἴρηνται, καὶ ἰσότιμοι γενήσεσθαι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ μακαρίοις ἀνδράσι διὰ τὴν ἴσην ἐκείνοις ζωήν· οἱ δ' αὐτῶν ἐκείνων ἀπόγονοί τε καὶ διάδοχοι, υἱοὶ τῆς βασιλείας διὰ τοὺς προπάτορας ὠνομασμένοι· δυνάμει γὰρ καὶ αὐτοῖς μετουσία ἦν ὁμοίως τοῖς προπάτορσι τῆς οὐρανίου βασιλείας· ὅπως ἀπόβλητοι τῶν ἐπαγγελιῶν γεγόνασι, δεῖγμα ἐναργὲς τῆς πόλεως ἡ ἐρημία, τοῦ ἱεροῦ ἡ πολιορκία, καὶ αὐτῶν ἡ εἰς πάντα τὰ ἔθνη διασπορὰ, καὶ ἡ ὑπὸ τοῖς ἐχθροῖς δουλεία, καὶ ἐπὶ τούτοις ἡ στέρησις τῆς κατὰ τὰ νόμιμα αὐτῶν θρησκείας, τοῦ τε Χριστοῦ ἡ ἀγνωσία, καὶ τῶν εὐαγγελικῶν μαθημάτων ἡ ἀπαλλοτρίωσις· ταῦτα γὰρ ἅπαντα σημεῖα ἐμφανῆ εἴη ἂν τοῦ διαλαβόντος αὐτοὺς σκότους, ᾧ περιπεπτώκασι διὰ τὴν τοῦ σωτηρίου φωτὸς ἐναντίωσιν. Δι' οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐτῆς ὑποφαίνειν, ὅτι δὴ βασιλέως ἐντετυπωμένην εἰκόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. Ἐπειδὴ τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶς τε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον, τούτου χάριν εἰκότως τοῖς πᾶσι τῆς βασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδωσιν, ὧν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ περὶ τὸν μέσον τῆς ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβηκότα ἀνειληφότες, οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου. Εἴποι δ' ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμόττειν τὰ διὰ τῆς παραβολῆς δηλούμενα τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου στάσεως μέχρι συντελείας καταξιουμένοις τῆς ἐνθέου κλήσεως· ὥσπερ ἅμα πρωῒ κεκλῆσθαι λέγειν ἐπὶ τὴν θεοσεβείας ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου πρώτους δικαιωθέντας· δευτέρους δὲ τοὺς ἀμφὶ τὸν Ἐνὼχ καὶ Νῶε· τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ· τοὺς δὲ περὶ τὴν ἕκτην τοὺς ἀμφὶ τὸν Μωϋσέα καὶ Ἰησοῦν καὶ κριτάς· τοὺς δὲ περὶ τὴν ἐννάτην τοὺς ἐν τοῖς χρόνοις τῶν προφητῶν· τοὺς δὲ περὶ τὴν ἑνδεκάτην, τοὺς μετὰ τὴν σωτήριον θεοφάνειαν· οὓς δὴ πάντας καταξιωθήσεσθαι ἑνὸς καὶ τοῦ αὐτοῦ μισθοῦ τοῦ κατὰ τὸ δηνάριον δεδηλωμένου, ὅπερ εἰς τὴν τοῦ Θεοῦ βασιλείαν ἀνεφέρετο.