Ancient Greek · ~2 min
Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με.
Not analysed yet
Ὁ μὲν Σωτὴρ, τῶν μακαρισμῶν ἀπαρχόμενος, τοῖς πτωχοῖς τὸν οὐράνιον εὐηγγελίζετο πλοῦτον καὶ τὴν τῶν οὐρανῶν βασιλείαν· Ἡσαΐας δὲ ὁ προφήτης τούτων προλαβὼν ἐμνημόνευσεν, ἐξ αὐτοῦ προσώπου τοῦ Σωτῆρος τὸ μέλλον ὧδε προθεσπίζων· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με. Ἄντικρυς γοῦν ἐσήμανε πτωχοῖς εὐαγγελισμὸν ἀγαθῶν· διὸ ἅμα τε ἐπέφανεν ἀνθρώποις ὁ τῷ ἁγίῳ Πνεύματι κατὰ τὸ ἀνθρώπινον κεχρισμένος· καὶ ἐντεῦθεν ἀπήρχετο τῆς διδασκαλίας, βασιλείαν οὐράνιον δι' αὑτὸν πτωχεύουσιν εὐαγγελιζόμενος.