Ancient Greek · ~2 min
Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, κ. τ. λ.
Not analysed yet
Φωνὴ πατρικὴ διὰ νεφέλης, οὕτως γὰρ φαίνεται ὁ Θεὸς, ἐμαρτύρει Χριστῷ τὴν υἱότητα· ἔδει γὰρ μὴ παρὰ Πέτρου μόνου γνωσθῆναι, ὅτι αὐτὸς εἴη ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· μηδ' αὐτὸν μόνον τῷ Πέτρῳ μεμαρτυρηκέναι ὡς παρὰ τοῦ Πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς τὴν περὶ αὐτοῦ γνῶσιν εἰληφὼς εἴη· ἀλλὰ καὶ αὐτὴν τὴν πατρικὴν φωνὴν ἐπισφραγίσασθαι τὴν ἀλήθειαν τοῦ λόγου, μαρτυροῦσαν αὐτὸν εἶναι Υἱὸν τοῦ Θεοῦ, δεῖν τε ἀκούειν αὐτοῦ παρακελευομένην.