Ancient Greek · ~6 min
Παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Παραλαβὼν τὸν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον.
Not analysed yet
Καὶ ἐν μὲν τῇ μεταμορφώσει τρεῖς μόνοι τὴν δυνάμει ὀφθεῖσαν αὐτοῖς βασιλείαν τῶν οὐρανῶν θεάσασθαι ἠξιώθησαν· ἐν δὲ τῇ συντελείᾳ τοῦ αἰῶνος, ἐπειδὰν μετὰ τῆς δόξης τῆς πατρικῆς ὁ Κύριος ἀφίκηται, οὐκέτι Μωϋσῆς μόνον καὶ Ἠλίας δορυφορήσουσιν αὐτὸν, οὐδὲ τρεῖς μόνοι τῶν μαθητῶν αὐτῷ συνέσονται, ἀλλὰ πάντες προφῆται καὶ πατριάρχαι καὶ δίκαιοι· καὶ οὐκ εἰς ὄρος ὑψηλὸν, ἀλλ' εἰς τὸν οὐρανὸν ἀνάξει τοὺς ἀξίους τῆς αὐτοῦ θεότητος. Τότε δὲ λάμψει ἡ θεότης αὐτοῦ οὐχ ὡς ὁ ἥλιος, ἀλλ' ὑπὲρ πᾶν ἐπινοούμενον ἔν τε αἰσθητοῖς καὶ ἐν νοητοῖς γεννητὸν φῶς· ἐπείπερ ἐστὶν αὐτὸς τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὅτε καὶ δείξει αὐτοῦ τὸ πρόσωπον· οὐ γὰρ ὡς πάλαι τῷ Μωϋσεῖ ποτε ἔλεγεν, ὅτι Τὰ ὀπίσω μου ὄψει, τὸ δὲ πρόσωπόν μου οὐκ ὀφθήσεταί σοι, οὕτω καὶ τότε ποιήσει· ἀλλ' οὕτως ἑαυτὸν παρέξει τοῖς ἁγίοις, ὡς δύνασθαι πάντας λέγειν· Ἡμεῖς δὲ, ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν. Καὶ τότε οὐ νεφέλη βοήσει, οὐδὲ διὰ νεφέλης ὁ Πατὴρ μαρτυρήσει τῷ Υἱῷ, ἀλλ' αὐτὸς δι' ἑαυτοῦ δίχα παντὸς ἐπισκιάσματος, καὶ δίχα παντὸς ἑρμηνέως, αὐτῷ τῷ ἔργῳ τὸν μονογενῆ αὑτοῦ Υἱὸν ἐπὶ πάντων τῶν ἁγίων αὑτοῦ δοξάσει, σύνθρονον αὐτὸν ἑαυτῷ καὶ συμβασιλέα ἀποδείξας, καὶ ὑπεράνω πάσης ἀρχῆς καταστήσας αὐτόν· οὔτε οὐκέτι ὥσπερ τότε οἱ τρεῖς μαθηταὶ μόνοι ἐπὶ τοῦ ὄρους ἀκούσαντες τῆς φωνῆς ἐπὶ πρόσωπον ἔπεσον, καὶ ἐφοβήθησαν, ἀλλὰ καὶ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων.