Ancient Greek · ~11 min
Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἐὰν δὲ ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου.
Not analysed yet
Ἐνταῦθα τοὺς ἐν προκοπῇ γενομένους συγχωρητικοὺς εἶναι τοῖς πταίουσι βούλεται, θεραπεύων δεινὴν νόσον ἐν αὐτοῖς πολλάκις ἐμφυομένην, ἐκκόπτων τὴν κατὰ τῶν πταιόντων ἀποτομήν. Κατεπαίρεσθαι γοῦν εἰώθαμεν, ὡς μήτε παρακλήσεις τῶν ἡμαρτηκότων, μήτε τῶν ὑπὲρ αὐτῶν πρεσβευόντων ἱκετηρίας παραδέχεσθαι· μηδὲ μὴν ὑπολογίζεσθαι ὅσα δὴ καὶ αὐτοὶ οἱ ἄνθρωποι πταίοντες συγγνώμης τῆς παρὰ τοῦ μεγάλου κριτοῦ δεόμεθα. Εἰκότως οὖν παρὰ τῷ Ματθαίῳ καὶ τῇ παραβολῇ κέχρηται, ἐν ᾗ ὀφειλέται εἰσάγονται, ὁ μὲν μυρία τάλαντα ὀφείλων, ἃ καὶ ἀφείθη αὐτῷ προσπεσόντι· ὁ δὲ ἑκατὸν δηνάρια, ἐφ' οἷς ἀπεπνίγετο παρὰ τοῦ ἀφεθέντος τὰ πολλὰ ἐκεῖνα τάλαντα. Δι' ἧς διδάσκει, ὅτι μὴ ἄλλως τυχεῖν δυνατόν ἐστι τῆς βασιλείας, κἂν πολλά τις κατορθώσῃ, μὴ τὸν ἀγαθὸν Θεὸν μιμησάμενος κατὰ τὸ ἀμνησίκακον· ἐπειδήπερ ἡ βασιλεία, κρίσει τοὺς ἀξίους παραδεχομένη, τοὺς μὴ συγχωρητικοὺς καὶ τὸν ἀγαθὸν τῶν ὅλων κριτὴν κατὰ τοῦτο μιμουμένους οὐ παραδέχεται. Οὐ γὰρ ἂν ἔχει τις εἰπεῖν τοσαῦτά τινα πεπλημμεληκέναι εἰς ἑαυτὸν, ὅσα περ αὐτὸς τὸν πάντα χρόνον τῆς αὐτοῦ ζωῆς παρὰ τὸ βούλημα τοῦ Θεοῦ πράξας ὀφειλέτης ἐστί· ποτὲ μὲν γὰρ διὰ τοῦ λόγου πταίομεν, ποτὲ δὲ δι' αἰσχρῶν καὶ πονηρῶν ἐπιθυμημάτων τε καὶ πράξεων. Πλὴν ὅμως τοσαῦτα πταίοντες, οὐκ ἀπογινώσκομεν τὰς παρὰ τῷ Θεῷ ἐλπίδας, διὰ τὸ φιλάνθρωπον καὶ ἀνεξίκακον ἐλεημονικόν τε καὶ συγχωρητικὸν τοῦ Θεοῦ. Οὐκοῦν ἕπεται τῷ αὐτῷ μέτρῳ, καὶ ἡμᾶς μετρεῖν τοῖς εἰς ἡμᾶς ἁμαρτάνουσι· μηδὲ κατὰ τὸν Πέτρον ἀκριβολογεῖσθαι τῇ φιλανθρωπίᾳ, καὶ μέχρις ἑβδόμου ἀριθμοῦ τοῖς εἰς ἡμᾶς ἡμαρτηκόσι συγχωρεῖν· κατὰ δὲ τὸν συμπαθῆ καὶ ἐλεήμονα Σωτῆρα μέχρι τοῦ ἑβδομηκοντάκις ἑπτά· οὐ πάντως τὰ τοσαῦτα περιεργαζομένους ἁμαρτήματα, καὶ ὥσπερ ἀναγραφὴν αὐτῶν ποιουμένους καθ' ἑκάστην ἡμέραν, ἐκ δὲ τούτου τὸ ἀπεριόριστον διδασκομένους. Πυθομένου γὰρ τοῦ Πέτρου ἐπὶ πόσοις τοῖς εἰς ἡμᾶς ἁμαρτανομένοις συγχωρεῖν δέοι, καὶ ἀριθμὸν ὁρίσαντος τὸν ἕως ἑπτάκις, ὁ Σωτὴρ τὸν ἕως ἑβδομηκοντάκις ἐπτὰ εἰσήγαγε, καθ' ὃν δεῖ καὶ ἡμᾶς ἀφιέναι, εἰδότας καὶ πεπεισμένους, ὡς ἔσται καιρὸς καθ' ὃν συναρθήσεται πρὸς ἡμᾶς λόγος ὑπὸ τοῦ πάντων κριτοῦ τε καὶ βασιλέως, ἐπειδὰν οἱ πάντες παραστῶμεν τῷ βήματι αὐτοῦ, ὅτε ᾧ μέτρῳ μετροῦμεν, ἀντιμετρηθήσεται ἡμῖν. Ὁ μὲν γὰρ μέγας βασιλεὺς ἐντεῦθεν ἤδη πᾶσιν ἡμῖν τοῖς χρεωφειλέταις πολλῶν ταλάντων κατὰ τὸ πρέπον αὐτοῦ τῇ φιλανθρωπίᾳ τὸ πᾶν ἀνῆκε χρέος, δοὺς ἄφεσιν ἁμαρτημάτων καὶ ἐξαλείψας τὸ καθ' ἡμῶν χειρόγραφον· ἡμεῖς δ' ἐπὶ βραχέσι πταίσμασι τοὺς συνδούλους ἀποπνίγομεν, καὶ παρακαλούμενοι οὐ συγχωροῦμεν τὰ εἰς ἡμᾶς ἐπταισμένα, μὴ ἐπιμετροῦντες τὰ ἴσα οἷς παρὰ Θεοῦ τετυχήκαμεν τοῖς ἡμετέροις οἰκέταις. Εὐλόγως οὖν ἀγανάκτησις καθ' ἡμῶν ἐξενεχθήσεται· καὶ ὁ τὴν πᾶσαν ἡμῖν ὀφειλὴν ἀφεὶς Δεσπότης οὐκέτ' ἀφήσει ἡμῖν· ἀλλ' ᾧ μέτρῳ μεμετρήκαμεν ἀσυμπαθεῖ καὶ ἀνελεεῖ καὶ ἀποτόμῳ, ἐπιμετρήσει ἡμῖν· καὶ τὸν ἐξ ἡμῶν κατὰ τῶν ἡμετέρων συνδούλων ὅρον καθ' ἡμῶν ἐπαρτήσει. Ἐφεύροι δέ τις ἑαυτῷ μέθοδον ἀγαθῆς ἀποφάσεως τῆς ἐπὶ τοῦ δικαιωτηρίου ἐξενεχθησομένης, εἰ προλαβὼν γένοιτο φιλάνθρωπος καὶ τῶν εἰς αὐτὸν ἁμαρτανομένων συγχωρητικός.