Ancient Greek · ~1 min
Καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ὧδε, ἢ ἰδοὺ ἐκεῖ.
Not analysed yet
Ταῦτα κατὰ μὲν τὸν Ματθαῖον ἐλέγετο περὶ τῆς ἐρημώσεως Ἱερουσαλήμ· διὸ καὶ προσέκειτο· Τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ἐνταῦθα δὲ περὶ τῶν καιρῶν τοῦ Ἀντιχρίστου προλέγει· διὸ οὐ πρόσκειται τοῦτο.