Ancient Greek · ~2 min
Ἐὰν δ' εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἐὰν δ' εἴπῃ ὁ δοῦλος ἐκεῖνος, κ. τ. λ.
Not analysed yet
Ὁ μὲν πιστὸς καὶ φρόνιμος τοιούτων τεύξεται· ὁ δ' ἐναντίος τούτῳ ὀργῆς Δεσπότου πειραθήσεται, διχοτομηθεὶς καὶ ἀποτεμνόμενος τοῦ σώματος τῶν ἀγαθῶν δούλων, κλῆρόν τε καὶ μερίδα λαμβάνων μετὰ τῶν ὑποκριτῶν ἢ τῶν ἀπίστων· ὧν τὸ τέλος κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. Ὅσα γὰρ τοῖς ὀδοῦσι κατήσθιε, καὶ ὅσα μεθυσκόμενος ἐπλημμέλει, ταῦτα ἀποκλαύσεται· δίκην τὴν προσήκουσαν διδοὺς τῆς τε κατὰ τῶν συνδούλων παρανομίας, καὶ τῆς ἀκολάστου τρυφῆς, καταφρονήσεώς τε τῆς εἰς τὸν Δεσπότην, ὃν ὡμολόγει μὲν μὴ ἀγνοεῖν, καὶ ᾔδει ὡς ἄρα Κύριον ἔχει, ἀναβάλλεσθαι δὲ αὐτὸν τὴν κρίσιν εἰς μακροὺς χρόνους ὑπολαμβάνων, ἑαυτὸν ἠπάτα.