Ancient Greek · ~11 min
Ἐὰν μὲν ᾖ ἐκεῖ ὁ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ' αὐτὸν ἡ εἰρήνη ὑμῶν.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ἐὰν μὲν ᾖ ἐκεῖ ὁ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ' αὐτὸν ἡ εἰρήνη ὑμῶν.
Not analysed yet
Ὁρᾷς ὅπως προεξετάζειν καὶ μὴ πᾶσιν ἀνέδην ἑαυτοὺς ἐκδιδόναι παρῄνει, ἀλλὰ καὶ πρώτους τῆς ἐξ αὐτῶν εὐεργεσίας ἀπάρχεσθαι, καὶ πρώτους διδόναι τῶν αὐτοῖς ὑπαρχόντων; Εἰρήνη δὲ ἦν αὕτη, πρέπουσα Θεοῦ στρατιώταις φωνὴ, νικητήρια κατ' ἐχθρῶν ἀραμένοις. Δίωξιν γοῦν ἐχθρῶν, καὶ καθαίρεσιν πολεμίων, Θεοῦ τε φιλικὰς διαλλαγὰς τὸ τῆς εἰρήνης ὄνομα τοῖς ἀξίοις προὐξένει. Ταύτην τοιγαροῦν προδανείσαντας τὴν εἰρήνην ταῖς τῶν ὑποδεξαμένων αὐτοὺς ψυχαῖς, τῆς παρ' αὐτῶν τροφῆς μεταλαμβάνειν· διὸ ἀναγκαίως προδιεστέλλετο μὴ εἰς πάντα παραβάλλειν οἶκον, μηδὲ πάντα ἄνδρα τῆς ὑποδοχῆς αὐτῶν ἄξιον εἶναι κρίνειν· προερωτᾷν δὲ εἴ τις εἴη τῶν κατὰ τὴν πόλιν ἢ τὴν χώραν ἀγαθαῖς πράξεσι καὶ βίῳ σεμνῷ μεμαρτυρημένος, ὡς τοὺς βασιλικοὺς στρατιώτας δύνασθαι ξενίοις ἀρετῆς ὑποδέξασθαι. Ἐπειδὰν δέ τις εὑρεθείη τοιοῦτος, εἰσιόντας ὑπὸ τὴν τούτου στέγην, προαποτίθεσθαι τὰ οἰκεῖα τῆς στρατείας ὅπλα· ταῦτα δ' ἦν τὰ τῆς εἰρήνης σύμβολα· διὸ καὶ αὐτὸν τὸν ὑποδοχέα, καὶ πάντα τὸν οἶκον αὐτοῦ εἰρηνικῶν ἀσπασμῶν καταξιοῦν· εἶτ' αὐτοῦ μένειν, καὶ μὴ μεθίστασθαι, μηδ' οἴκους ἐξ οἴκων ἀμείβειν. Τοῦτο γὰρ εἶναι σημεῖον ἀπηκριβωμένης ἐξετάσεως· τὸ γὰρ εὐχερὲς καὶ ἄκριτον, οὐ στεῤῥὸν οὐδὲ βεβαίου τρόπου. Διὸ παρῄνει μὴ πρῶτον καταμένειν, ἔπειτα ἐρωτᾷν καὶ πυνθάνεσθαι, εἶτ' ἐνυβρίσαντας τῷ ξένῳ μεταβαίνειν ἐφ' ἕτερον. Κἂν οὗτος ἀνάξιος τῆς ὑποδοχῆς εὑρεθῇ, πάλιν ἐνθένδε μετανίστασθαι, ἔχθραν ἑκούσιον ἐπισπωμένους, μετὰ καὶ τοῦ τὴν αὐτῶν εἰρήνην εἰς ἀναξίους ῥίπτειν. Ἀλλ' ἀκριβῶς πρότερον τὸν ἄξιον πολυπραγμονεῖν· ἔπειθ' οὕτω παρελθόντας, τῶν τῆς εἰρήνης ἀγαθῶν μεταδιδόναι, καὶ παρέχειν ἀφθόνως τῷ μεμαρτυρημένῳ οὐ μόνον, ἀλλὰ καὶ παντὶ τῷ οἴκῳ δι' αὐτόν. Εἰ δ', εὑρεθέντος ἀξίου τινὸς καὶ ὑποδεξαμένου τὸν τῆς βασιλείας στρατιώτην, συμβαίη ποτὲ οἷα πολλάκις ἐν ἀνδρὸς οἴκῳ θεοσεβοῦς εἴωθε γίνεσθαι, γονέας ἢ ἀδελφοὺς ἢ ἑτέρους τῷ γένει προσήκοντας ἐναντιοῦσθαι καὶ πολεμεῖν, οὐ μόνον τὸν ἐπεξωσμένον, ἀλλὰ καὶ τὸ τῇ ὑποδοχῇ τετιμηκότα, ἀναγκαίως καὶ τούτων ὁ Σωτὴρ οὐ παρῆλθε τὴν μνήμην, ἀλλ' ἐπιλέγει τοῖς προτεταγμένοις· κἂν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἐπιστρεψάτω. Ὑμεῖς μὲν γὰρ, φησὶ, τοῦ μεμαρτυρημένου χάριν, τοῦ καὶ τῆς ἐπιβάσεως τῆς ὑμετέρας ἀξίου, μὴ μόνον αὐτὸν ταῖς τῆς εἰρήνης εὐλογίαις, ἀλλὰ καὶ πάντα τὸν οἶκον, δηλαδὴ τοὺς αὐτοῦ οἰκείους καὶ συγγενεῖς, εἰρήνης ἀσπασμοῖς εὐαγγελίζεσθε, καὶ τὰ παρ' ὑμῶν ἀφθόνως καὶ πλουσίως ἁπλούσθω εἰς γονέας καὶ ἀδελφοὺς καὶ συγγενεῖς πάντα τε τὸν οἶκον τοῦ ὑποδεδεγμένου. Εἰ μὲν οὖν εὑρεθεῖεν καὶ οὗτοι τῆς ὑμετέρας εὐλογίας ἄξιοι, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπὶ πάντας ὡς ἐπὶ υἱοὺς εἰρήνης· εἰ δ' ἐχθροὶ καὶ πολέμιοι τῆς ὑμετέρας ὀφθεῖεν εἰρήνης, καὶ οὐδαμῶς αὐτῆς ἄξιοι, ἄραντες, φησὶ, τὰ ὑμέτερα ἀγαθὰ, τῶν ἀναξίων ὑποχωρεῖτε, καὶ ἡ εἰρήνη ὑμῶν ἐφ' ὑμᾶς ἐπιστρεψάτω, τῆς ἐξ ὑμῶν εὐλογίας ἐφ' ὑμᾶς πάλιν μεταβαινούσης, ὅτι δὴ τὰ παρ' ὑμῶν πεπληρώκατε.