Ancient Greek · ~7 min
Ὃς γὰρ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ὃς γὰρ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται.
Not analysed yet
Διαλαλήσας τὰ εἰρημένα περὶ τοῦ δεῖν καὶ αὐτοὺς μιμητὰς αὐτοῦ γενέσθαι, καὶ μὴ φεύγειν τὸν θάνατον, ἀφειδεῖν δὲ καὶ τῆς ἑαυτῶν ψυχῆς τε καὶ ζωῆς ἕνεκεν τῆς εἰς αὐτὸν ἐλπίδος, ἐπισυνάπτει εὐκαίρως τὰ περὶ τῆς δευτέρας αὐτοῦ θεοφανείας παραδιδοὺς αὐτοῖς μυστήρια. Σφόδρα δὲ ἀκολούθως καὶ ἀναγκαίως ταῦτα ἔλεγε τοῖς μέλλουσιν ὑπὲρ αὐτοῦ διὰ βασάνων χωρεῖν, καὶ μέχρι θανάτου ἀγωνίζεσθαι, τίς ἔσται ὁ καρπὸς τοῦ τοσούτου ἀγῶνος παριστὰς αὐτοῖς. Ἔδει γὰρ τοὺς μέλλοντας ἕπεσθαι αὐτῷ καὶ ὀπίσω αὐτοῦ ἀπιέναι, τόν τε ἴδιον σταυρὸν ἀναλαμβάνειν κατὰ τὴν αὐτοῦ μίμησιν, γνῶναι ἀκριβῶς τί ποτέ ἐστιν οὗτος ὑπὲρ οὗ τὰ τοσαῦτα μέλλουσι πάσχειν. Εὐκαίρως δὲ Υἱὸν ἀνθρώπου ἐν τούτοις τὸν ἐρχόμενον ὠνόμασεν, εἰς ὑπόμνησιν τῆς παρὰ τοῦ Δανιὴλ προφητείας, ἥτις ἔλεγε· Καὶ ἰδοὺ Υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν ἐπὶ τῶν νεφελῶν· καὶ ἕως τοῦ Παλαιοῦ τῶν ἡμερῶν ἔφθασε. Καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία. Ἀλλ' ὅτε μὲν ὁ Πέτρος Χριστὸν αὐτὸν εἶναι ὡμολόγησε, καὶ Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος, ἀπὸ τότε ἤρξατο δεικνύναι αὐτοῖς, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποκτανθῆναι· ὅτε δὲ αὐτὸς καταφρονητικῶς ἔχειν τοῦ θανάτου παρεκελεύετο, ἐδίδαξε δὲ, ὅτι δεῖ αὐτὸν πολλὰ παθεῖν, τότε κατὰ καιρὸν τοὺς περὶ τῆς δευτέρας αὐτοῦ καὶ ἐνδόξου παρουσίας λόγους παρεδίδου· ὡς ἂν εἰδέναι ἔχοιεν, τίς ποτε ἦν ὁ μέλλων τοσαῦτα πάσχειν ὑπὸ Ἰουδαίων, καὶ τίς ἔσται αὐτοῖς ὁ καρπὸς τοῦ ὑπὲρ αὐτοῦ ἀγῶνος. —Καὶ δὴ ταῦτα τοῖς μαθηταῖς διαλεχθεὶς, καὶ τὸ μέγα καὶ λανθάνον μυστήριον τῆς δευτέρας αὐτοῦ θεοφανείας ἐξειπὼν αὐτοῖς, ἵνα μὴ λόγοις μόνον καὶ ψιλαῖς φράσεσι δοκῇ ἐμπιστεύειν, ἀναγκαίως ἐπὶ τὰ ἔργα ἐχώρει, αὐτοῖς ὀφθαλμοῖς δεικνὺς αὐτοῖς τὴν εἰκόνα τῆς θεϊκῆς αὐτοῦ βασιλείας. Διόπερ εἰπὼν, ὅτι ἐπαισχυνθήσεται τὸν ἐπαισχυνθέντα αὐτὸν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς, ἑξῆς ἐπισυνάπτει φάσκων· Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστώτων, κ. τ. λ.