Ancient Greek · ~5 min
Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, κ. τ. λ.
Eusebius Scr. Eccl. et Theol., sectiona in Lucam Ὅταν δὲ προσφέρωσιν ὑμᾶς ἐπὶ τὰς συναγωγὰς, κ. τ. λ.
Not analysed yet
Οὕτω δῆτα φρονήματος αὐτοὺς ἐπλήρου καὶ θάρσους διὰ τοῦ μεθέξειν αὐτοὺς θείου Πνεύματος ἐπαγγέλλεσθαι· δι' αὐτοῦ γὰρ καὶ δυναμοῦσθαι εἰκὸς ἦν αὐτούς. Καὶ πῶς γὰρ οὐκ ἔμελλον παραστήματος καὶ θάρσους καὶ προθυμίας ἐμπίμπλασθαι ἀγαθῆς; πῶς δὲ μὴ θαρσαλέως χωρεῖν ἐφ' ἡγεμονικὰ καὶ βασιλικὰ δικαστήρια, οἱ προμεμαθηκότες, ὅτι μὴ αὐτοὶ εἶεν οἱ μέλλοντες πεφροντισμένως τοῖς ἄρχουσιν ἀπολογεῖσθαι, ἄλλη δέ τις ἐν αὐτοῖς ἔνθεος δύναμις, δι' ἧς καὶ ἡγεμόσιν ἔμελλον ἀκαταπλήκτως ὁμιλεῖν καὶ αὐτοῖς βασιλεῦσι; Καὶ ταῦτα δὲ λέγοντι τῷ διδασκάλῳ ἀκόλουθον ἦν τοὺς μαθητὰς ἀδιστάκτως πιστεύειν, κατὰ μηδένα τε τρόπον ἀμφιβόλως ἔχειν, προειληφότας τῶν λόγων τὴν πεῖραν διὰ τῶν ἔμπροσθεν ἐπηγγελμένων, ὧν τὴν πίστιν αὐτοῖς ἔργοις παρειλήφεισαν. Οἱ γοῦν ἀσθενοῦντας λόγου δυνάμει θείου ῥωννύντες, νόσον τε τὴν ἀνίατον ἐν ἀνθρώποις λέπραν καὶ τὰ λοιπὰ πάθη τῶν σωμάτων ἀποκαθαίρειν οἷοί τε, δαίμονάς τε λυμαντικοὺς ἀνθρώπων ἐλαύνειν οὐ διά τινος περιέργου μαγγανείας, διὰ δὲ μόνης τῆς ὑπ' αὐτοῦ χορηγηθείσης αὐτοῖς ἐνθέου χάριτος, πῶς οὐκ ἔμελλον καὶ τοῖς δευτέροις τοῖς περὶ τοῦ μηδὲν μεριμνᾷν μέλλοντας δικαστηρίοις παρεστάναι, ἡγεμόσι τε καὶ βασιλεῦσιν ὁμιλεῖν πιστεύειν; Πῶς δ' οὐκ ἔμελλον ἐπιθαρσεῖν τῇ ἐπαγγελίᾳ τοῦ δοθησομένου αὐτοῖς Πνεύματος