Ancient Greek
Γʹ
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Marinum Γʹ
Not analysed yet
Ἀλλὰ πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μαρίας ἀκούσαντες οἱ μαθηταὶ, κἄπειτα ἐλθόντες εἰς τὸ μνημεῖον ἐπίστευσαν· παρὰ δὲ τῷ Λουκᾷ εἴρηται ὅτι ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς; Ἡ μὲν παρὰ τῷ Ἰωάννῃ Μαρία τοῖς ἐκκρίτοις τῶν ἀποστόλων Πέτρῳ καὶ Ἰωάννῃ μόνοις ὡς ἀπόῤῥητον ἐκφαίνουσα ἐξεῖπε τὸ τεθεαμένον· οἱ δὲ πάλιν λαθόντες τοὺς λοιποὺς μαθητὰς μόνοι ἀπήντων ἐπὶ τὸ μνημεῖον δρομαῖοι, καὶ ἰδόντες ἐπίστευσαν· καὶ οὐδέν γε ἦν θαυμαστὸν τοὺς μὲν ἐκκρίτους τῶν ἀποστόλων ἰδόντας πεπιστευκέναι, τοὺς δὲ λοιποὺς οἷς αἱ γυναῖκες ἀπήγγελλον, ἅτε μὴ ὄψει παραλαβόντας, μὴ πιστεῦσαι αὐταῖς. Αὐτίκα γοῦν καὶ αὐτοῖς ὁμοῦ συνηγμένοις τοῖς μαθηταῖς ὀφθέντος τοῦ Σωτῆρος κατὰ τὸν Ἰωάννην, οἱ μὲν ἰδόντες ἐχάρησαν· Θωμᾶς δὲ, ἐπεὶ μὴ παρῆν μηδὲ εἶδεν, οὐκ ἐπείθετο. Εἰ δὲ οὗτος ἠπίστει τοῖς ἀποστόλοις, σχολῇ γ' ἂν μέμψαιτό τις τοῖς λοιποῖς ὅτι μηδέπω τεθεαμένοι, ταῖς γυναιξὶν ἠπίστουν. Πολλὴν δὲ βάσανον καὶ ἀκρίβειαν τῶν μαθητῶν παρίστησιν ἡ Γραφὴ, οὐκ εὐχερῶς τοῖς τούτων λόγοις συγκατιθεμένων, ἀλλ' ἐπεχόντων τὰ πρῶτα, εἰσότε πληρέστατα καὶ ἐναργῶς τἀληθὲς ἐπιγνόντες εἰπεῖν δυνηθεῖεν ὕστερον· «Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς.» Ἔχοι δ' ἂν καὶ ἑτέραν διάνοιαν ὁ τόπος. Εἴποι γὰρ ἄν τις ὅτι ταῖς ἀπαγγελλούσαις γυναιξὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος, ὡς ἐξ ἀκοῆς τῶν ὀφθέντων αὐταῖς δύο ἀνδρῶν κατὰ τὸν Λουκᾶν οὐκ ἐπίστευσαν οἱ ἕνδεκα, ἐν οἷς ἦσαν καὶ ὁ· Πέτρος καὶ ὁ Ἰωάννης, μηδὲ αὐτοὶ πεπιστευκότες. Τῇ δὲ Μαρίᾳ κατὰ τὸν Ἰωάννην εἰπούσῃ ὅτι, «Ἦραν τὸν Κύριόν μου ἐκ τοῦ μνήματος,» οὐ πρότερον ἐπίστευσαν οἱ δύο μαθηταὶ τοῦτο αὐτὸ, τὸ ἦρθαι τὸν Σωτῆρα, πρὶν ἐλθεῖν εἰς τὸν τόπον καὶ ἔργῳ τοῦτο παραλαβεῖν. Ὅτε γοῦν εἰσῆλθον οὗτοι εἰς τὸ μνῆμα, καὶ τὰ ὀθόνια εἶδον μόνα, τὸ δὲ σῶμα οὐδαμοῦ, τότε ἐπίστευσαν· τίνι δὲ ἐπίστευσαν, ἀλλ' ἢ τῷ τῆς Μαρίας λόγῳ φήσαντι, «Ἦραν τὸν Κύριόν μου;» Διὸ ἐπιλέγει ἑξῆς· «Οὔπω γὰρ ᾔδεισαν τὴν Γραφὴν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι.»