Ancient Greek
ϛʹ
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Marinum ϛʹ
Not analysed yet
Αἱ γοῦν παρὰ τῷ Λουκᾷ ἄρθρου βαθέος ἐπὶ τὸ μνῆμα ἐλθοῦσαι γυναῖκες καὶ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ἕτεραι ἂν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ. Οὐ γὰρ ἂν ἔχοι λόγον τὰς τοσαῦτα προτεθεαμένας Μαρίας ἄρτι πρῶτον ἀρώματα φέρειν, ὡς μήπω τὴν ἀνάστασιν προμεμαθηκυίας. Σαφῶς γὰρ δι' ὧν φησι δείκνυσι ὅτι καὶ οἱ ὀφθέντες, ἕτεροι παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· καὶ ὁ τόπος ἔνθα ὤφθησαν ἕτερος· οὔτε γὰρ εἴσω τοῦ μνήματος ἦσαν, ὡς ὁ Ἰωάννης ἐδίδαξεν, οὔτε ἐπὶ τὸν λίθον καθεζόμενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ ἄγγελος· ἀλλ' οὐδὲ ὅλως ὠνόμασεν ἀγγέλους ὁ Λουκᾶς, δύο δὲ ἄνδρας, πλὴν ἀλλὰ καὶ αὐτοὺς ἐν ἐσθῆτι ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ οἱ λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσι· καὶ αἱ γυναῖκες δὲ πλείους ἦσαν, ἀλλ' οὐχ ἡ παρὰ τῷ Ματθαίῳ δύο Μαρίαι, ἀλλ' ἁπαξαπλῶς αἱ συνελθοῦσαι αὐτῷ ἐκ τῆς Γαλιλαίας· ὀλίγωροι δὲ καὶ αὗται, οὐδὲ τοσαύτην ἐνδειξάμεναι σπουδὴν ὅσην αἱ διὰ νυκτὸς καρτερήσασαι καὶ παραμείνασαι τῷ μνημείῳ. Μαρτυρεῖ γοῦν ὁ Ματθαῖος τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ εὐτονίαν πολλὴν καὶ παραμονὴν, λέγων μετὰ τὸ πάθος αὐτοῦ ταῦτα· «Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου·» ἀλλ' αὗται μὲν τῇ ἡμέρᾳ τῆς Παρασκευῆς παρεκάθηντο ἀντικρὺ τοῦ μνήματος· διὸ καὶ θᾶττον ὁρῶσι πρῶτον μὲν τὸν τῶν ἀγαθῶν ἄγγελον, εἶτα καὶ αὐτὸν τὸν τῆς ζωῆς ἀρχηγόν. Ἡ δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ αὕτη τὸ μὲν πρῶτον τοὺς ἀγγέλους, μετὰ δὲ τούτους καὶ αὐτὸν τὸν Σωτῆρα θεωρεῖ· οὐ μὴν ἀρώματα ἔφερον αὗται, οὐδὲ περὶ ταύτην κατεγίνοντο τὴν σπουδήν. Αἱ δὲ ἀπὸ τῆς Γαλιλαίας ἀκολουθήσασαι αὐτῷ γυναῖκες, πολλαὶ οὖσαι κατὰ τὸν Λουκᾶν, τῇ μὲν Παρασκευῇ ὑποστρέψασαι, ἡτοίμασαν τὰ ἀρώματα, ἅτε δὴ μηδὲν μηδέπω προμαθοῦσαι περὶ τῆς ἀναστάσεως. Διὸ ταύταις μὲν δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ φαίνονται καὶ τὴν ἀνάστασιν εὐαγγελίζονται. Οὐκέτι δὲ αὐταῖς ὁ Σωτὴρ ὤφθη, ὥσπερ οὖν τῇ παρὰ τῷ Ἰωάννῃ καὶ ταῖς παρὰ τῷ Ματθαίῳ· ὥστε ἰδιάζουσαν ἡγεῖσθαι προσήκει τὴν ἱστορίαν. Κατὰ δὲ τὸν Μάρκον λίαν πρωῒ τῇ μιᾷ τῶν Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου ἄλλαι πάλιν αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ πάλιν, αἳ καὶ ἔλεγον πρὸς ἑαυτὰς, «Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον;» καὶ ἔρχονται, καὶ εὑρίσκουσιν ἀποκεκυλισμένον, καὶ εἰσελθοῦσαι εἶδον νεανίσκον· ἔνθα πάλιν ἐπὶ τοῦ Λουκᾶ ἄνδρες ἀλλ' οὐκ ἄγγελοι, οὕτω ὡς καὶ νῦν οὐκ ἄγγελος ὠνόμασται, ἀλλὰ νεανίσκος· ὥστε καὶ ταύτην ἀφωρισμένην εἶναι τὴν διήγησιν, καὶ τὸν ὀφθέντα ἕτερον, καὶ τὰς ἀφικομένας ἄλλας, καὶ τὸν καιρὸν ὁμοίως τὸν μετὰ ἡλίου ἀνατολάς· ὃς εἰ μὲν καὶ παρὰ τῷ Λουκᾷ τερήτητο, εὐλόγως ἄν τις τοὺς παρ' αὐτῷ δύο ἄνδρας ἀπῄτει, καὶ τοὺς αὐτοὺς λόγους. Εἰ δ' ὁ Λουκᾶς τὸν πρὸ ἡλίου ἀνατολῆς καιρὸν προὔλαβεν, εἰκότως καὶ τοὺς τότε ὀφθέντας δύο ἄνδρας, ἀλλ' οὐ τὸν νεανίσκον ἱστορεῖ.