Ancient Greek
Section 18
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 18
Not analysed yet
Εὐσεβίου. Τοῦ Ἰεχονίου ἦν κατηγόρημα, τὸ ἐκκήρυκτον αὐτὸν γεγονέναι καὶ αἰχμάλωτον· διὸ καὶ ἄτιμος ὑπῆρχε τοῖς πολλοῖς· καὶ τοῦτο ἦν τὸ διϊστῶν τοὺς γενεαλογοῦντας τὸν Χριστὸν, ὥστε τοὺς μὲν ἀπὸ Σολομῶντος, τοὺς δὲ ἀπὸ Νάθαν κατάγειν τὰς γενεάς· κἀντεῦθεν ὁ εὐαγγελιστὴς μνείαν ἐποιήσατο αὐτοῦ· καί φησι τὸν Λυτροτὴν τῶν αἰχμαλώτων παραγεγονέναι, καὶ διὰ τοῦ βαπτίσματος αὐτοὺς παραδεχόμενον.