Ancient Greek
Section 2
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 2
Not analysed yet
Ἵνα οὖν καὶ τοῦτο εἰρηκότος τὴν ἀμαθίαν ἐλέγξωμεν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ' ἀγνοίας ὁμοίας σκανδαλισθῆναι, τὴν ἀληθῆ τῶν γεγονότων ἱστορίαν ἐκθήσομαι· πρότερον δὲ τὴν προταθεῖσαν ἡμῖν πρότασιν καιρός ἐστι ἐπισκέψασθαι· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Ἀβραὰμ ἐπὶ τὸν Δαυῒδ, καὶ οὕτως ἐπὶ τὸν Σολομῶνα καὶ τοὺς τούτου διαδόχους μέχρι τοῦ Ἰακὼβ, ἐξ οὗ Ἰωσὴφ ὁ τοῦ Χριστοῦ χρηματίσας πατὴρ, κάτεισιν· ὁ δὲ Λουκᾶς τὸν Ἰωσὴφ οὐκ ἀπὸ τοῦ Ἰακὼβ εἶναί φησιν ὡς Ματθαῖος, ἀλλ' ἀπὸ τοῦ Ἡλεί· εἶτα ἀπὸ τοῦ Ἡλεὶ ἀνιὼν ἐφ' ἑτέρους χωρεῖ, ὧν οὐδὲ ὅλος ἐμνημόνευσεν ὁ Ματθαῖος· καὶ οὕτως πλαγίαν τινὰ δραμὼν, ἔρχεται οὐκ ἐπὶ τὸν Σολομῶνα τὸν τοῦ Δαυῒδ, ἀλλ' ἐπὶ Νάθαν τὸν καὶ αὐτὸν τοῦ Δαυΐδ· ὀφείλων, εἰ δὴ περὶ τῆς αὐτῆς γενεαλογίας ὁ λόγος ἦν αὐτοῖς, διὰ τῶν αὐτῶν τῷ Ματθαίῳ ἀνελθεῖν, ἢ τὸν Ματθαῖον δι' ὧν ὁ Λουκᾶς χωρῆσαι ὀνομάτων· εἰ δὲ οὕτως οὐ συνηνέχθησαν ἀλλήλοις, ὡς τὸν ἕνα εἰπεῖν τοῦ Ἰακὼβ τὸν Ἰωσὴφ εἶναι υἱὸν καὶ Σολομῶνος υἱοῦ Δαυΐδ· τὸν δὲ ἕτερον, μὴ τοῦ Ἰακὼβ, ἀλλὰ τοῦ Ἡλεὶ καὶ Νάθαν υἱοῦ Δαυΐδ· δι' ὧν ἐοίκασι πολλὴν διαφωνίαν πρὸς ἀλλήλους περιέχειν. —Τί δὴ οὖν εἰς τὸ προταθὲν τοῦτο πρόβλημα εἴποι ἄν τις; φέρε τῆς ψυχῆς διανοίξαντες τὸ ὄμμα, ἀτενῶς ταῖς λέξεσιν αὐτοῖς ἐπερείσωμεν τὴν διάνοιαν, ἴδωμέν τε τί φησιν ὁ Λουκᾶς. «Καὶ αὐτὸς ὁ Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα ὢν υἱὸς ὡς ἐνομίζετο τοῦ Ἰωσὴφ, τοῦ Ἡλεὶ, τοῦ Μελχί·» ἀλλ' οὐχ ὅ γε Ματθαῖος ἐχρήσατο τῇ ὡς ἐνομίζετο φωνῇ, etc. ,ut in epitome, col. 896, lin. 4, usque ad αὕτη μὲν οὖν ἡ πρώτη ἀπόδοσις.