Ancient Greek
Section 9
Eusebius Scr. Eccl. et Theol., Supplementa ad quaestiones ad Stephanum 9
Not analysed yet
Τὸν Δαυῒδ πρὸ τῶν ἄλλων καὶ Ματθαῖος ἔταξεν ἐν τῇ κατ' αὐτὸν γενεαλογίᾳ, ἐπειδὴ καὶ πρώτῳ καὶ μόνῳ τῷ Δαυῒδ μεθ' ὅρκου διαβεβαιώσεως ἐξ αὐτοῦ κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται γοῦν· «Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Καὶ πάλιν· «Ὤμοσα Δαυῒδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου.» Καὶ ἐν Παραλειπομένοις· «Καὶ ἔσται ὅταν πληρωθῶσιν αἱ ἡμέραι σου, καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σὲ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· αὐτὸς οἰκοδομήσει μοι οἶκον· καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα· ἐγὼ ἔσομαι αὐτῷ εἰς Πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Τὰ ὅμοια τούτοις καὶ ἐν τῇ δευτέρᾳ τῶν Βασιλειῶν φέρεται· ἀλλ' ἐκεῖνα μὲν κἂν ἑλκυσθείη ἐπὶ τὸν Σολομῶνα, τὰ δ' ἐν χερσὶν ὅτι μηδεμίαν ἔχει κοινότητα πρὸς Σολομῶνα, ὧδ' ἄν τις καταμάθοι. Μετὰ τὴν Σολομῶνος τελευτὴν, πολλοῖς ὕστερον χρόνοις προφητεύων Ἡσαΐας, τοιάδε περὶ τοῦ γενησομένου ἐκ σπέρματος Δαυῒδ προκηρύττει· «Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί· (πατὴρ δὲ ἦν οὗτος τοῦ Δαυῒδ) καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται· καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» Καὶ περὶ τοῦ ἐπηγγελμένου δὲ τῷ Δαυῒδ θρόνου ὧδε θεσπίζει· «Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς Ἄγγελος· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον· ἐπὶ τὸν θρόνον Δαυῒδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτήν.» Διὰ δὲ τῶν ἐκτεθέντων εἴρηται μὲν ὅτι ἐκ τῆς ῥίζης Ἰεσσαὶ καὶ τοῦ Δαβὶδ ἀναστήσεταί τις οὐ τοῦ Ἰσραὴλ ἄρχειν, ἀλλὰ τῶν ἐθνῶν· εἴρηται δὲ ὅτι γεννηθήσεται παιδίον, καὶ ὀνομασθήσεται Υἱὸς, ξένοις ὀνόμασι καὶ τὴν ἀνθρώπων φύσιν ὑπεραίρουσι κεκοσμημένος, ὅτι τε ὁ τοιοῦτος τὸν θρόνον Δαβὶδ ἀναλήψεται, καὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν.