Ancient Greek
Section 7
Eusebius Scr. Eccl. et Theol., Supplementa minora ad quaestiones ad Marinum 7
Not analysed yet
Εὐσεβίου ἐκ τῶν πρὸς Μαρῖνον. Τρεῖς γοῦν τὰς πάσας Μαρίας τῷ πάθει τοῦ Χριστοῦ μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρώτην μὲν Θεοτόκον, δευτέραν δὲ τὴν ἀδελφὴν αὐτῆς Μαρίαν τὴν τοῦ Κλεωπᾶ, καὶ τρίτην τὴν Μαγδαληνήν· τινὲς δέ φασιν ἐξ αὐτῶν δύο εἶναι Μαγδαληνάς· μίαν μὲν, τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ πρωΐας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν, ταύτην δὲ εἶναι τὴν καὶ Μάρκῳ δηλουμένην, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· ὡς γὰρ οὔσης καὶ ἑτέρας, φησὶν, οὐ τοιαύτης Μαγδαληνῆς, ἑτήρησεν ὁ Μάρκος τοῦτο εἰπών· «Ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων ἐφάνη Μαρίᾳ πρῶτον τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.» Καὶ ταύτην ἴσως εἶναι τὴν ἀκούσασαν, Μή μου ἅπτου, ἀλλ' οὐ τὴν παρὰ τῷ Ματθαίῳ. Εἰ γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ' οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή· εἰ δὲ μίαν καὶ τὴν αὐτὴν Μαγδαληνὴν φήσειέν τις, καὶ οὕτως ἀληθεύοι ἂν τὰ ἱερὰ Εὐαγγέλια, κατ' οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγονται μὴ ἁπτομένην πρότερον τοῦ Κυρίου, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν μετὰ τῆς ἄλλης Μαρίας ὑπ' αὐτοῦ κελεύεται· ἐπειδὴ γὰρ ὡς Θεὸν αὐτὸν προσεκύνησεν ἔσχατον, καὶ οὐχ ὡς ἄνθρωπον, ὡς πρότερον ὅτε ἔκλαιε καὶ ἠπίστει.