Ancient Greek · ~2 min
2.20.1 to 2.20.2
Eusebius Scr. Eccl. et Theol., Vita Constantini 2.20.1-2
Not analysed yet
Ἡπλοῦντο δὲ καὶ παρ᾿ ἡμῖν, ὥσπερ οὖν καὶ πρότερον παρὰ τοῖς θάτερον μέρος τῆς οἰκουμένης λαχοῦσι, βασιλέως φιλανθρωπίας ἔμπλεοι διατάξεις, νόμοι τε τῆς πρὸς τὸν θεὸν ὁσίας πνέοντες παντοίας παρεῖχον ἀγαθῶν ἐπαγγελίας, τοῖς μὲν κατ᾿ ἔθνος ἐπαρχιώταις τὰ πρόσφορα καὶ λυσιτελῆ δωρούμενοι, ταῖς δ᾿ ἐκκλησίαις τοῦ θεοῦ τὰ κατάλληλα διαγορεύοντες. ἀνεκαλοῦντο γοῦν ἐκείνους πρώτιστα πάντων ὅσοι τοῦ μὴ εἰδωλολατρῆσαι χάριν ὑπὸ τῶν κατ᾿ ἔθνος ἡγουμένων ἐξορίας καὶ μετοικίας ὑπέμειναν, κἄπειτα τοὺς βουλευτηρίοις ἐγκριθέντας τῆς αὐτῆς ἕνεκεν ἀἰτίας ἠλευθέρουν τῶν λειτουργημάτων, καὶ τοῖς ἀφῃρημένοις δὲ τὰς οὐσίας ἀναλαμβάνειν ταύτας ἐγκελευόμενοι.